[259β]
Ξένος
ἀλλὰ μὴν ἥ γε ἀληθινοῦ βασιλέως βασιλική;Νεώτερος Σωκράτης
ναί.Ξένος
ταύτην δὲ ὁ κεκτημένος οὐκ, ἄντε ἄρχων ἄντε ἰδιώτης ὢν τυγχάνῃ, πάντως κατά γε τὴν τέχνην αὐτὴν βασιλικὸς ὀρθῶς προσρηθήσεται;Νεώτερος Σωκράτης
δίκαιον γοῦν.Ξένος
καὶ μὴν οἰκονόμος γε καὶ δεσπότης ταὐτόν.Νεώτερος Σωκράτης
τί μήν;Ξένος
τί δέ; μεγάλης σχῆμα οἰκήσεως ἢ σμικρᾶς αὖ πόλεως ὄγκος μῶν τι πρὸς ἀρχὴν διοίσετον;Νεώτερος Σωκράτης
οὐδέν.