[172α]
Ἀπολλόδωρος
δοκῶ μοι περὶ ὧν πυνθάνεσθε οὐκ ἀμελέτητος εἶναι. καὶ γὰρ ἐτύγχανον πρῴην εἰς ἄστυ οἴκοθεν ἀνιὼν Φαληρόθεν: τῶν οὖν γνωρίμων τις ὄπισθεν κατιδών με πόρρωθεν ἐκάλεσε, καὶ παίζων ἅμα τῇ κλήσει, ‘ὦ Φαληρεύς,’ ἔφη, ‘οὗτος Ἀπολλόδωρος, οὐ περιμένεις;’ κἀγὼ ἐπιστὰς περιέμεινα. καὶ ὅς, ‘Ἀπολλόδωρε,’ ἔφη, ‘καὶ μὴν καὶ ἔναγχός σε ἐζήτουν βουλόμενος διαπυθέσθαι τὴν Ἀγάθωνος συνουσίαν ’