[99α]
Σωκράτης
ὀρθῶς δέ γε ἡγεῖσθαι δύο ὄντα ταῦτα μόνα, δόξαν τε ἀληθῆ καὶ ἐπιστήμην, ἃ ἔχων ἄνθρωπος ὀρθῶς ἡγεῖται— τὰ γὰρ ἀπὸ τύχης τινὸς ὀρθῶς γιγνόμενα οὐκ ἀνθρωπίνῃ ἡγεμονίᾳ γίγνεται—ὧν δὲ ἄνθρωπος ἡγεμών ἐστιν ἐπὶ τὸ ὀρθόν, δύο ταῦτα, δόξα ἀληθὴς καὶ ἐπιστήμη.Μένων
δοκεῖ μοι οὕτω.Σωκράτης
οὐκοῦν ἐπειδὴ οὐ διδακτόν ἐστιν, οὐδ᾽ ἐπιστήμη δὴ ἔτι γίγνεται ἡ ἀρετή;Μένων
οὐ φαίνεται.