Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Φιλοκτήτης
ὦ πταναὶ θῆραι χαροπῶν τ᾽
ἔθνη θηρῶν, οὓς ὅδ᾽ ἔχει
χῶρος οὐρεσιβώτας,
μηκέτ᾽ ἀπ᾽ αὐλίων φυγᾷ
1150πηδᾶτ᾽: οὐ γὰρ ἔχω χεροῖν
τὰν πρόσθεν βελέων ἀλκάν,
ὦ δύστανος ἐγὼ τανῦν,
ἀλλ᾽ ἀνέδην, ὁ δὲ χῶρος ἄρ᾽ οὐκέτι
φοβητὸς οὐκέθ᾽ ὑμῖν,
1155ἕρπετε: νῦν καλὸν
ἀντίφονον κορέσαι στόμα πρὸς χάριν
ἐμᾶς σαρκὸς αἰόλας:
ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
1160πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδ᾽ ἐν αὔραις τρέφεται,
μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;
Χορός
πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
εὐνοίᾳ πάσᾳ πελάταν:
1165ἀλλὰ γνῶθ᾽, εὖ γνῶθ᾽ ἐπὶ σοὶ
κῆρα τάνδ᾽ ἀποφεύγειν.
οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ᾽
ἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.