previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


285 μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
κἄδει τι βαιᾷ τῇδ᾽ ὑπὸ στέγῃ μόνον
διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα
τόξον τόδ᾽ ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας: πρὸς δὲ τοῦθ᾽, μοι βάλοι
290νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,
πρὸς τοῦτ᾽ ἄν: εἴ τ᾽ ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείματι,
ξύλον τι θραῦσαι, ταῦτ᾽ ἂν ἐξέρπων τάλας
295ἐμηχανώμην: εἶτα πῦρ ἂν οὐ παρῆν,
ἀλλ᾽ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
ἔφην᾽ ἄφαντον φῶς, καὶ σῴζει μ᾽ ἀεί.
οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
πάντ᾽ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
300φέρ᾽, τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών:
οὐ γάρ τις ὅρμος ἔστιν οὐδ᾽ ὅποι πλέων
ἐξεμπολήσει κέρδος ξενώσεται.
οὐκ ἐνθάδ᾽ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
305τάχ᾽ οὖν τις ἄκων ἔσχε: πολλὰ γὰρ τάδε
ἐν τῷ μακρῷ γένοιτ᾽ ἂν ἀνθρώπων χρόνῳ:
οὗτοί μ᾽, ὅταν μόλωσιν, τέκνον, λόγοις
ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
προσέδοσαν οἰκτίραντες τινα στολήν:
310ἐκεῖνο δ᾽ οὐδείς, ἡνίκ᾽ ἂν μνησθῶ, θέλει,
σῶσαί μ᾽ ἐς οἴκους, ἀλλ᾽ ἀπόλλυμαι τάλας
ἔτος τόδ᾽ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
τοιαῦτ᾽ Ἀτρεῖδαί μ᾽ τ᾽ Ὀδυσσέως βία,
315 παῖ, δεδράκασ᾽, οἷ᾽ Ὀλύμπιοι θεοὶ
δοῖέν ποτ᾽ αὐτοῖς ἀντίποιν᾽ ἐμοῦ παθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1932)
load focus English (Robert Torrance)
load focus English (Sir Richard Jebb, 1898)
hide References (4 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 758
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: