previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27]

ταῦτά τε δὴ πρὸς τὸν Ἀρίσταρχον λέγοι ἄν τις καὶ πρὸς τοὺς ἀκολουθοῦντας αὐτῷ καὶ ἄλλα τούτων ἐπιεικέστερα, ἀφ᾽ ὧν τὴν πολλὴν ἄγνοιαν ἀφαιρήσεται [p. 43] τοῦ ποιητοῦ. φημὶ γὰρ κατὰ τὴν τῶν ἀρχαίων Ἑλλήνων δόξαν, ὥσπερ τὰ πρὸς βορρᾶν μέρη τὰ γνώριμα ἑνὶ ὀνόματι Σκύθας ἐκάλουν νομάδας, ὡς Ὅμηρος, ὕστερον δὲ καὶ τῶν πρὸς ἑσπέραν γνωσθέντων Κελτοὶ καὶ Ἴβηρες μικτῶς Κελτίβηρες καὶ Κελτοσκύθαι προσηγορεύοντο, ὑφ᾽ ἓν ὄνομα τῶν καθ᾽ ἕκαστα ἐθνῶν ταττομένων διὰ τὴν ἄγνοιαν, οὕτω τὰ μεσημβρινὰ πάντα Αἰθιοπίαν καλεῖσθαι τὰ πρὸς ὠκεανῷ. μαρτυρεῖ δὲ τὰ τοιαῦτα. τε γὰρ Αἰσχύλος ἐν Προμηθεῖ τῷ λυομένῳ φησὶν οὕτωφοινικόπεδόν τ᾽ ἐρυθρᾶς ἱερὸν χεῦμα θαλάσσης, χαλκοκέραυνόν τε παρ᾽ ὠκεανῷ λίμναν παντοτρόφον Αἰθιόπων, ἵν᾽ παντόπτας Ἥλιος αἰεὶ χρῶτ᾽ ἀθάνατον κάματόν θ᾽ ἵππων θερμαῖς ὕδατος μαλακοῦ προχοαῖς ἀναπαύει.’ παρ᾽ ὅλον γὰρ τὸ μεσημβρινὸν κλίμα τοῦ ὠκεανοῦ ταύτην πρὸς τὸν ἥλιον ἴσχοντος τὴν χρείαν καὶ τὴν σχέσιν, παρ᾽ ὅλον καὶ τοὺς Αἰθίοπας τάττων φαίνεται. τ᾽ Εὐριπίδης ἐν τῷ Φαέθοντι τὴν Κλυμένην δοθῆναί φησιΜέροπι τῆσδ᾽ ἄνακτι γῆς, ἣν ἐκ τεθρίππων ἁρμάτων πρώτην χθόνα Ἥλιος ἀνίσχων χρυσέᾳ βάλλει φλογί: καλοῦσι δ᾽ αὐτὴν γείτονες μελάμβροτοι Ἕω φαεννὰς Ἡλίου θ᾽ ἱπποστάσεις.’ νῦν μὲν δὴ κοινὰς ποιεῖται τὰς ἱπποστάσεις τῇ τε Ἠοῖ καὶ τῷ Ἡλίῳ, ἐν δὲ τοῖς ἑξῆς πλησίον αὐτάς φησιν εἶναι τῇ οἰκήσει τοῦ Μέροπος: καὶ ὅλῃ γε τῇ δραματουργίᾳ τοῦτο παραπέπλεκται, οὐ δή που τῆς κατ᾽ Αἴγυπτον ἴδιον ὄν, μᾶλλον δὲ τῆς παρ᾽ ὅλον τὸ μεσημβρινὸν κλίμα διηκούσης παραλίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: