previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21]

ὅπως οὖν, ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθ᾽ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτ᾽ ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθ᾽ ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι: οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτ᾽ ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν. [22] εἰκότως δ᾽ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι: καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτ᾽ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλ᾽ τι βούλοισθε, τοῦτο χρήσαισθε: παρ᾽ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ. [23] ἐπειδὴ δὲ καλῶς ποιοῦσ᾽ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μ᾽, ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ. [24] ἐπ᾽ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μ᾽ εὑρήσετε, οὐδ᾽ ἐπιτήδειον ἄτιμον εἶναι οὐδ᾽ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθ᾽ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθ᾽ ὑπάρχοντά μοι κατ᾽ ἐμαυτὸν σύμβολ᾽ εὐνοίας πρὸς ὑμᾶς.

load focus English (Norman W. DeWitt, Norman J. DeWitt)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: