previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[82] Λεύκολλος δὲ τῆς περὶ τὴν ἀγορὰν εὐπραγίας πυθόμενος, καὶ τὴν φυγὴν τῶν πολεμίων ἰδών, ἐπὶ μὲν τοὺς ἐκφυγόντας ἔπεμπε διώκειν ἱππέας πολλούς, τοῖς δὲ συσκευαζομένοις ἔτι κατὰ τὸ στρατόπεδον τοὺς πεζοὺς περιστήσας ἐκέλευε μὴ διαρπάζειν ἐν τῷ τότε μηδέν, ἀλλὰ κτείνειν ἀφειδῶς. οἱ δὲ σκεύη τε χρυσᾶ καὶ ἀργυρᾶ πολλὰ καὶ ἐσθῆτας πολυτελεῖς θεώμενοι ἐξέστησαν τοῦ παραγγέλματος. αὐτόν τε τὸν Μιθριδάτην οἱ καταλαμβάνοντες, ἡμίονόν τινα τῶν χρυσοφόρων ἐς τὸ σάγμα πατάξαντες, προπεσόντος τοῦ χρυσίου περὶ τόδε γενόμενοι διαφυγεῖν ἐς Κόμανα περιεῖδον: ὅθεν ἐς Τιγράνην ἔφυγε σὺν ἱππεῦσι δισχιλίοις. δὲ αὐτὸν ἐς ὄψιν οὐ προσέμενος, ἐν χωρίοις ἐκέλευσε διαίτης βασιλικῆς ἀξιοῦσθαι, ὅτε δὴ καὶ μάλιστα τῆς ἀρχῆς ἀπογνοὺς Μιθριδάτης Βάκχον εὐνοῦχων ἔπεμπεν ἐς τὰ βασίλεια, τὰς ἀδελφὰς αὐτοῦ καὶ τὰς γυναῖκας καὶ παλλακάς, ὅπῃ δύναιτο, ἀνελοῦντα. αἱ μὲν δὴ διεφθείροντο ξίφεσι καὶ φαρμάκοις καὶ βρόχοις, δεινὰ ποιοῦσαι: ταῦτα δ᾽ ὁρῶντες οἱ φρούραρχοι τοῦ Μιθριδάτου ἀθρόως ἐς τὸν Λεύκολλον μετετίθεντο, χωρὶς ὀλίγων. καὶ Λεύκολλος αὐτοὺς ἐπιὼν καθίστατο, καὶ τὰς ἐπὶ τοῦ Πόντου πόλεις περιπλέων ᾕρει, Ἄμαστρίν τε καὶ Ἡράκλειαν καὶ ἑτέρας.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: