previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[53] δὲ Φιμβρίας, ἐπιὼν τὴν Ἀσίαν, ἐκόλαζε τοὺς καππαδοκίσαντας, καὶ τῶν οὐ δεχομένων αὐτὸν τὴν χώραν ἐλεηλάτει. Ἰλιεῖς δὲ πολιορκούμενοι πρὸς αὐτοῦ κατέφυγον μὲν ἐπὶ Σύλλαν, Σύλλα δὲ φήσαντος αὐτοῖς ἥξειν, καὶ κελεύσαντος ἐν τοσῷδε Φιμβρίᾳ φράζειν ὅτι σφᾶς ἐπιτετρόφασι τῷ Σύλλᾳ, πυθόμενος Φιμβρίας ἐπῄνεσε μὲν ὡς ἤδη Ῥωμαίων φίλους, ἐκέλευσε δὲ καὶ αὑτὸν ὄντα Ῥωμαῖων ἔσω δέχεσθαι, κατειρωνευσάμενός τι καὶ τῆς συγγενείας τῆς οὔσης ἐς Ῥωμαίους Ἰλιεῦσιν. ἐσελθὼν δὲ τοὺς ἐν ποσὶ πάντας ἔκτεινε καὶ πάντα ἐνεπίμπρη, καὶ τοὺς πρεσβεύσαντας ἐς τὸν Σύλλαν ἐλυμαίνετο ποικίλως, οὔτε τῶν ἱερῶν φειδόμενος οὔτε τῶν ἐς τὸν νεὼν τῆς Ἀθηνᾶς καταφυγόντων, οὓς αὐτῷ νεῷ κατέπρησεν. κατέσκαπτε δὲ καὶ τὰ τείχη, καὶ τῆς ἐπιούσης ἠρεύνα περιιὼν μή τι συνέστηκε τῆς πόλεως ἔτι. μὲν δὴ χείρονα τῶν ἐπὶ Ἀγαμέμνονος παθοῦσα ὑπὸ συγγενοῦς διωλώλει, καὶ οἰκόπεδον οὐδὲν αὐτῆς οὐδ᾽ ἱερὸν οὐδ᾽ ἄγαλμα ἔτι ἦν: τὸ δὲ τῆς Ἀθηνᾶς ἕδος, Παλλάδιον καλοῦσι καὶ διοπετὲς ἡγοῦνται, νομίζουσί τινες εὑρεθῆναι τότε ἄθραυστον, τῶν ἐπιπεσόντων τειχῶν αὐτὸ περικαλυψάντων, εἰ μὴ Διομήδης αὐτὸ καὶ Ὀδυσσεὺς ἐν τῷ Τρωϊκῷ ἔργῳ μετήνεγκαν ἐξ Ἰλίου.

τάδε μὲν δὴ Φιμβρίας ἐς Ἴλιον εἰργάζετο, ληγούσης ἄρτι τῆς τρίτης καὶ ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος. καί τινες ἡγοῦνται τὸ πάθος αὐτῇ τόδε μετ᾽ Ἀγαμέμνονα χιλίοις καὶ πεντήκοντα ἔτεσι γενέσθαι μάλιστα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), I´LIUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: