previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[52] οὐ γὰρ δὴ μὴ μετάθωνται γε καὶ νῦν οἱ Καρχηδόνιοι δέος ἔστιν, οἳ τοσήνδε μετάνοιαν καὶ δίκην τῆς πρὶν ἀγνωμοσύνης ὑφίστανται. ἔστι δ᾽ ἀναμαρτησίας τοῖς μὲν σώφροσιν εὐβουλία φυλακή, τοῖς δ᾽ ἁμαρτοῦσι τὸ προπαθεῖν καὶ μεταγνῶναι. βεβαιοτέρους τε εἰκός ἐστι τοὺς νενουθετημένους εἶναι τῶν ἀπειράτων. οὐδ᾽ ἄξιον Καρχηδονίοις ὑμᾶς ὠμότητα καὶ ἁμαρτίαν ἐπικαλοῦντας ταῦτα μιμεῖσθαι: τοῖς μὲν γὰρ ἀτυχοῦσιν ἑτέρων ἁμαρτημάτων ἄρχουσιν ὑπὸ τῆς ἀπορίας αἱ συμφοραί, τοῖς δ᾽ εὖ πράσσουσιν ἐν ἐξουσίᾳ τὸ φιλάνθρωπόν ἐστιν. οὐδ᾽ εὐκλεές, οὐδὲ συμφέρον ἐς τὴν ἀρχὴν ὑμῖν ἐστὶ πόλιν τοσήνδε καθαιρεῖν μᾶλλον περισώζειν. ἐστὲ δὲ ἀμείνονες μὲν ὑμεῖς τῶν ὑμετέρων συμφερόντων κριταί, ἡμεῖς δ᾽ ὑμῖν ἐς τὴν ἑαυτῶν σωτηρίαν δύο ταῦτα μάλιστα φέρομεν ἐκ πάντων, τὸ τῆς Καρχηδονίων ποτὲ ἀξίωμα ἀρχῆς, καὶ τὴν ὑμετέραν αὐτῶν ἐς πάντα μετριοπάθειαν, μετὰ τῶν ὅπλων ἐς τοσοῦτον ὑμᾶς ἐπῇρεν ἀρχῆς καὶ δυνάμεως. τίσι δὲ συνθήκαις, ἂν ἄρα διδῶτε τὴν εἰρήνην, χρησόμεθα περὶ αὐτῆς, περισσὸν λέγειν τοὺς ἐφ᾽ ὑμῖν τὰ ἑαυτῶν τιθεμένους.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: