previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[55] ταῦτα τοῦ Σκιπίωνος εἰπόντος οἱ μὲν πρέσβεις ἔφερον ἐς Καρχηδόνα τοὺς λόγους, συνιόντος δὲ τοῦ πλήθους ἐς ἐκκλησίαν ἐπὶ πολλὰς ἡμέρας, τοῖς μὲν ἀρίστοις ἐδόκει τὰ προτεινόμενα δέξασθαι καὶ μὴ περὶ τινῶν ἀπειθοῦντας κινδυνεύειν περὶ ἁπάντων, τὸ δ᾽ ἀγοραῖον πλῆθος οὐ τὸ παρὸν δεινὸν ἐκλογιζόμενοι μᾶλλον τὴν ἀφαίρεσιν ὧν ἔχουσι, τοσήνδε οὖσαν, ἠπείθουν, καὶ ἠγανάκτουν εἰ ἐν λιμῷ τὸν σῖτον οἱ ἄρχοντες αἱροῦνται Ῥωμαίοις ἀντὶ τῶν πολιτῶν ἐς τὰς ἀνοχὰς παρασχεῖν, ἐφ᾽ ἕκαστόν τε αὐτῶν συνιστάμενοι πᾶσιν ἠπείλουν τὰς οἰκίας αὐτῶν διαρπάσειν καὶ καταπρήσειν. τέλος δ᾽ ἔγνωσαν Ἀννίβαν, ἔχοντα μὲν ἤδη πεζοὺς ἑξακισχιλίους ἱππέας δὲ πεντακοσίους, σταθμεύοντα δ᾽ ἐν πόλει Μαρθαμά, σύμβουλον ἐπὶ τοῖς παροῦσι καλεῖν. δ᾽ ἧκε, καὶ τῶν μετρίων δεδιότων μὴ φιλοπόλεμος ἀνὴρ ἐπιτρίψῃ τὸ πλῆθος, πάνυ σεμνῶς ἐκέλευε τὴν εἰρήνην δέχεσθαι. δὲ δῆμος καὶ τόνδε ὑπ᾽ ὀργῆς μανιώδους ἐβλασφήμει καὶ πᾶσιν ἠπείλει, μέχρι τῶν γνωρίμων τοὺς μὲν ἐς Μασσανάσσην καταφυγεῖν, τοὺς δὲ ἐς αὐτοὺς Ῥωμαίους αὐτομολῆσαι, τῆς πόλεως ἀπογνόντας.

[56] οἱ δὲ Καρχηδόνιοι πυθόμενοι σῖτον πολὺν ἐς ἐμπόριόν τι ὑπὸ Ἀννίβου σεσωρεῦσθαι, ὁλκάδας ἐπ᾽ αὐτὸν ἐξέπεμπον καὶ ναῦς μακράς, ἐγνωκότες, εἰ τὸν σῖτον λάβοιεν, ἐκστρατεῦσαι καὶ ὑπομεῖναι πᾶν τι ἂν τύχη κρίνῃ, μᾶλλον Ῥωμαίοις δουλεύειν ἑκόντες. ἐπεὶ δὲ ἄνεμός τε καὶ χειμὼν τὰς ναῦς συνέτριψαν, ἀπογνόντες ἁπάντων ἐμέμφοντο τοῖς θεοῖς ὡς ἐπιβουλεύουσι, καὶ συνετίθεντο τῷ Σκιπίωνι, καὶ ἐπρεσβεύοντο ἐς Ῥώμην. καὶ Σκιπίων ἔπεμπε τοὺς συμβουλεύσοντας κυροῦν τὰ συγκείμενα. λέγεται δὲ τοῦτο ἐσηγήσασθαι τῇ τε πόλει συμφέρειν ὑπολαβών, καὶ πυθόμενος Γναῖον Κορνήλιον Λέντλον τὸν ὕπατον ἐφεδρεύειν αὑτοῦ τῇ στρατηγίᾳ, τὴν δόξαν οὐκ ἐθέλων ἑτέρου γενέσθαι. προσέταξε γοῦν λέγειν ἀπιοῦσιν ὅτι βραδυνόντων Ῥωμαίων αὐτὸς ἐφ᾽ ἑαυτοῦ συνθήσεται.

[57] οἱ δὲ πάνυ μὲν ἥδοντο κεκρατηκότες πόλεως τοσαύτης, πολλὰ καὶ δεινὰ πρότερον αὐτοὺς ἐδεδράκει, καὶ τῶν ἐπὶ τῆς γῆς δευτέραν τρίτην εἶχεν ἡγεμονίαν: οἱ σύμβουλοι δ᾽ ἐστασίαζον, οἱ μὲν ἔτι σὺν ὀργῇ χαλεπαίνοντες τοῖς Καρχηδονίοις, οἱ δὲ ἐλεοῦντες αὐτοὺς ἤδη, καὶ ἀξιοῦντες ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὸ σφέτερον εὐπρεπῶς διατίθεσθαι. ὑπαναστὰς δέ τις τῶν Σκιπίωνος φίλων εἶπεν:

οὐ περὶ τῆς Καρχηδονίων σωτηρίας ἐστὶν ἡμῖν φροντίς, ἄνδρες, ἀλλὰ περὶ τῆς Ῥωμαίων ἔς τε θεοὺς πίστεως καὶ πρὸς ἀνδρῶν εὐφημίας, μὴ Καρχηδονίων αὐτῶν ὠμότερα πράξωμεν, οἳ Καρχηδονίοις ὠμότητα ἐπικαλοῦμεν, καὶ μετριοπαθείας ἀεὶ φροντίσαντες ἐπὶ τῶν βραχυτέρων, ἀμελήσωμεν ἐν τοῖς μείζοσιν: μηδὲ λαθεῖν ἔνεστι διὰ τὸ μέγεθος, ἀλλ᾽ ἐς ἅπασαν γῆν περιελεύσεται καὶ νῦν καὶ ὕστερον, ἢν πόλιν περιώνυμον καὶ θαλασσοκράτορα ἀνέλωμεν, καὶ νήσων ἦρξε πολλῶν καὶ θαλάσσης ὅλης καὶ Λιβύης ὑπὲρ ἥμισυ, ἔν τε τοῖς πρὸς ἡμᾶς αὐτοὺς ἀγῶσι πολλὰ καὶ τύχης καὶ δυνάμεως ἔργα ἐπεδείξατο, οἷς ἔτι μὲν φιλονεικοῦσιν ἐρίζειν ἔδει, πεσόντων δὲ φείδεσθαι, καθὰ καὶ τῶν ἀθλητῶν οὐδεὶς τὸν πεσόντα ἔτι τύπτει, καὶ τῶν θηρίων τὰ πολλὰ φείδεται τῶν καταπεσόντων. καλὸν δ᾽ ἐν τοῖς εὐτυχήμασι νέμεσιν θεῶν φυλάσσεσθαι καὶ ἀνθρώπων φθόνον. εἰ δέ τις, ὅσα ἔδρασαν ἡμᾶς, ἀκριβῶς ἐκλογίζεται, αὐτὸ μάλιστά ἐστι τοῦτο τῆς τύχης τὸ φοβερώτατον, εἰ περὶ μόνης ἄρτι σωτηρίας παρακαλοῦσιν οἱ πόσα καὶ πηλίκα δεδυνημένοι δρᾶσαι καὶ οὐ πρὸ πολλοῦ περί τε Σικελίας καὶ Ἰβηρίας καλῶς ἀγωνισάμενοι. ἀλλ᾽ ἐκείνων μὲν δίκας ἔδοσαν, τῶν δὲ τελευταίων παραβάσεων λιμὸν αἰτιῶνται, κακὸν ἀνθρώποις ἐπιπονώτατον, πάντας ἐξαιρεῖν δύναται λογισμούς.

[58] ἐγὼ δ᾽ οὐκ ἐρῶ μὲν οὐδὲν ὑπὲρ Καρχηδονίων ῾οὐ γὰρ ἄξιον̓, οὐδ᾽ ἀγνοῶ καὶ πρότερον αὐτοὺς ἄλλας συνθήκας πρὸ τῶνδε παραβῆναι: δ᾽ ἐπὶ τοῖς τοιούτοις ποιοῦντες οἱ πατέρες ἡμῶν ἐς τόδε τύχης προῆλθον, εἰδότας ὑμᾶς ἀναμνήσω. τῶν γὰρ γειτόνων ἡμῖν τωνδε πάντων ἐν κύκλῳ πολλάκις ἀποστάντων καὶ σπονδὰς συνεχῶς λυσάντων οὐ κατεφρόνησαν, οὐ Λατίνων, οὐ Τυρρηνῶν, οὐ Σαβίνων. τούς τε αὖ μετ᾽ ἐκείνους περιοικοῦντας ἡμῖν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Καμπανούς, καὶ ὅσα ἄλλα τῆς Ἰταλίας ἐς σπονδὰς ὕβρισεν, εὐσταθῶς ἔφερον. καὶ τὸ Σαυνιτῶν γένος τρὶς μὲν φιλίας καὶ συνθηκῶν καταφρονῆσαν, ἔτεσι δ᾽ ὀγδοήκοντα μεγίστους ἡμῖν πολέμους πεπολεμηκὸς οὐκ ἀνέστησαν, οὐδὲ τοὺς ἄλλους ὅσοι Πύρρον προσηγάγοντο κατὰ τῆς Ἰταλίας. οὐδ᾽ ἡμεῖς, τὰ ἔναγχος ταῦτα, τοὺς Ἰταλῶν Ἀννίβᾳ προσθεμένους διεφθείραμεν, οὐδὲ Βρεττίους, οἳ μέχρι τέλους αὐτῷ συνηγωνίσαντο, ἀλλὰ γῇ μόνῃ ζημιώσαντες εἰάσαμεν ἔχειν τὰ ὑπόλοιπα, ὡς εὐσεβὲς ὁμοῦ καὶ ἐς εὐτυχίαν ἡμῖν χρήσιμον, μὴ ἀφανίζειν ἀνθρώπων γένη μᾶλλον νουθετεῖν.

[59] τί οὖν παθόντες ἐπὶ Καρχηδονίων ἀλλάξωμεν τὴν φύσιν, χρώμενοι μέχρι νῦν εὐτυχοῦμεν; ὅτι μείζων ἐστὶν πόλις αὕτη; δι᾽ αὐτὸ μέντοι καὶ τοῦτο μᾶλλον ἔτι φειδοῦς ἀξία. ἀλλ᾽ ὅτι πολλάκις παρεσπόνδησεν ἐς ἡμᾶς; καὶ γὰρ ἕτεροι, καὶ σχεδὸν ἅπαντες. ἀλλ᾽ ὅτι μικρὰν νῦν ὑφίστανται τιμωρίαν; ὧν νῆές τε πᾶσαι χωρὶς δέκα παραιροῦνται, καὶ τοὺς ἐλέφαντας, οἷς ἰσχύουσι, παραδιδόασι, καὶ τάλαντα Εὐβοϊκὰ μύρια τελοῦσι, καὶ πόλεων ἁπασῶν ἀφίστανται καὶ χώρας ὅσης ἄρχουσιν ἐκτὸς τῶν Φοινικίδων τάφρων, καὶ στρατολογεῖν αὐτοῖς ἀπηγόρευται, καὶ ὅσα λιμώττοντες ἥρπασαν ἀποδιδόασιν ἔτι λιμώττοντες, καὶ τῶν ἀμφιλόγων ἐστὶν αὐτοῖς Σκιπίων πολεμήσας κριτής. ἐγὼ μὲν καὶ τοῦ μεγέθους τῶνδε καὶ τοῦ πλήθους ἐπαινῶ τὸν Σκιπίωνα, καὶ ὑμᾶς ἀξιῶ φείσασθαι διὰ τὸν φθόνον καὶ τὴν τῶν ἀνθρωπείων μεταβολήν, οἷς εἰσὶν ἔτι νῆες, πρὶν συνθώμεθα, πολλαὶ καὶ πλῆθος ἐλεφάντων, καὶ Ἀννίβας στρατηγικώτατος ἀνὴρ ἤδη στρατιὰν ἔχει, καὶ Μάγων ἐκ Κελτῶν καὶ Λιγύων ἑτέρους ἄγει πολλούς, καὶ Οὐερμινᾶς Σύφακος αὐτοῖς συμμαχεῖ καὶ ἄλλα Νομάδων ἔθνη, δούλους τε ἔχουσι πολλούς. καὶ ἢν ἀπογνῶσι τὰ παρ᾽ ἡμῶν, ἀφειδῶς ἅπασι χρήσονται. χαλεπώτερον δ᾽ οὐδὲν ἀφειδίας ἐν μάχαις, ἐν αἷς καὶ τὸ δαιμόνιον ἀνώμαλον καὶ ἐπίφθονόν ἐστιν.

[60] καὶ Σκιπίων ἔοικεν ὑφορώμενος ἐπιστεῖλαι μὲν ἡμῖν τὴν ἑαυτοῦ γνώμην, ἐπειπεῖν δ᾽ ὅτι καὶ βραδυνόντων συνθήσεται. εἰκὸς δ᾽ ἐκεῖνον καὶ τάδε ἄμεινον ἡμῶν ἐκλογίζεσθαι καὶ πλέον τι συνορᾶν, ὄντα ἐπὶ τῶν ἔργων. λυπήσομέν τε, ἀκυροῦντες αὐτοῦ τὴν παραίνεσιν, ἄνδρα φιλόπολιν καὶ στρατηγὸν ἐξαίρετον, ὃς οὐδ᾽ ἐς Λιβύην ἡμᾶς ὁρμωμένους παρώξυνέ τε, καὶ στρατιὰν οὐ λαβὼν αὑτῷ συνεστήσατο, καὶ τὰ ἐκεῖ προήγαγεν ἡμῖν ἐς ὅσον οὐκ ἠλπίζομεν. καὶ θαυμάζειν ἄξιον, ὅτι ῥᾳθύμως ἔχοντες ἐν ἀρχῇ τοῦδε τοῦ πολέμου νῦν ἔχετε φιλονείκως καὶ ἀμέτρως. εἰ δέ τις ταῦτα μὲν ἡγεῖται καλῶς ἔχειν, δέδιε δὲ μὴ καὶ νῦν τὰς σπονδὰς παραβῶσιν οἱ Καρχηδόνιοι, μάλιστα μὲν εἰκὸς αὐτοὺς ἤδη σπονδῶν φυλακῆς αἰσθάνεσθαι, πολλὰ ἐκ τῶν παραβάσεων παθόντας, καὶ τὴν εὐσέβειαν ἐς τὸ μέλλον ποιήσεσθαι περὶ πολλοῦ, ἐξ ἀσεβείας ἐς γόνυ πεσόντας: οὐκ ἔστι δὲ τῶν αὐτῶν συμβούλων ἄρτι μὲν καταφρονεῖν τῶν Καρχηδονίων ὡς οὐδὲν ἔτι ἰσχυόντων, δεδιέναι δ᾽ αὖθις ὡς ἀποστῆναι δυναμένους. ἡμῖν δὲ τὸ φυλάσσειν αὐτοὺς ἐς τὸ μὴ πάλιν αὔξεσθαι τοῦ νῦν ἀνελεῖν εὐχερέστερόν ἐστι: νῦν μὲν γὰρ ἐξ ἀπογνώσεως μαχοῦνται, ὕστερον δ᾽ ἀεὶ δεδιότας τηρήσομεν. ἅλις δὲ κακῶν ἕξουσι καὶ χωρὶς ἡμῶν, οἷς οἵ τε περίοικοι πάντες ἐπικείσονται δυσμεναίνοντες τῆς ποτὲ βίας, καὶ Μασσανάσσης, ἀνὴρ πιστότατος ἡμῖν, ἐφεδρεύσει παρὼν ἀεί.

[61] εἰ δ᾽ ἄρα τις καὶ τῶνδε πάντων καταφρονεῖ, ὅπως δ᾽ αὐτὸς ἐκδέξεται τὴν Σκιπίωνος ἀρχήν, τὸ ἑαυτοῦ μόνον σκοπεῖ, καὶ πιστεύει καὶ τὰ τῆς τύχης αὐτῷ ἐς τέλος ἀπαντήσειν, τί καὶ χρησόμεθα τῇ πόλει λαβόντες αὐτήν, ἢν καὶ λάβωμεν; ἀνελοῦμεν ἄρδην, ὅτι σῖτον ἡμῶν καὶ ναῦς ἥρπασαν; μετὰ πολλῶν ἄλλων ἀξιοῦσιν ἀποδοῦναι. τοῦτο μὲν οὐ πράξομεν, νέμεσίν τε θεῶν φυλασσόμενοι καὶ ψόγον ἀνθρώπων, Μασσανάσσῃ δ᾽ ἔχειν δώσομεν; ἀλλ᾽ εἰ καὶ φίλος ἐστίν, οὐ χρὴ στερροποιεῖν οὐδ᾽ ἐκεῖνον ἀμέτρως, ἡγεῖσθαι δὲ τὴν ἔριν αὐτῶν τὴν ἐς ἀλλήλους τῷ Ῥωμαίων κοινῷ συμφέρειν. ἀλλ᾽ ἐς προσόδους τὴν χώραν ἀνήσομεν; ἀλλ᾽ φυλάξουσα στρατιὰ τὴν πρόσοδον ἀναλώσει: πολλῆς γάρ, ὡς ἐν πολλοῖς περιοίκοις καὶ πᾶσι βαρβάροις, δεησόμεθα. ἀλλ᾽ ἀποίκους πέμψομεν ἐς μέσους τοσούσδε Νομάδας; οἳ τῶν μὲν βαρβάρων ἰσχυόντων ἀεὶ δεινὰ πείσονται, ἢν δ᾽ ἐπικρατήσωσιν αὐτῶν, ἐς τὸ μέλλον ἡμῖν ἔσονται φοβεροὶ καὶ ἐπίφθονοι, χώραν τοσήνδε καὶ πολὺ κρείττονα τῆς ἡμετέρας ἔχοντες. καὶ αὐτά μοι δοκεῖ συνιδὼν Σκιπίων κελεύειν ἡμῖν δέχεσθαι τὰς Καρχηδονίων παρακλήσεις. πειθώμεθα οὖν καὶ τοῖς δεομένοις καὶ τῷ στρατηγῷ.

[62] μὲν οὕτως εἶπε, Πόπλιος δὲ Κορνήλιος, Κορνηλίου Λέντλου συγγενὴς τοῦ τότε ὄντος ὑπάτου καὶ τὸν Σκιπίωνα διαδέξεσθαι προσδοκῶντος, ἀντέλεγεν οὕτως:

τὸ μὲν συμφέρον ἐστὶ μόνον ἐν τοῖς πολέμοις, ἄνδρες, χρήσιμον: καὶ ὅσῳ δυνατὴν ἔτι καὶ νῦν ἀποφαίνουσιν οὗτοι τὴν πόλιν, φυλάξασθαι χρὴ τὴν ἀπιστίαν αὐτῆς μετὰ τῆς δυνάμεως, καὶ τὴν ἰσχὺν προανελεῖν, ἐπεὶ μὴ τὴν ἀπιστίαν δυνάμεθα. οὐδεὶς δ᾽ ἡμῖν καιρὸς ἐς τὸ λῦσαι τὸν ἀπὸ Κάρχηδονίων φόβον ἐπιτηδειότερός ἐστι τοῦ παρόντος, ἐν πάντων εἰσὶν ἀσθενεῖς καὶ ἄποροι, πρὶν αὖθις αὐτῶν ἐς ἑκάτερον αὐξηθῆναι. οὐ μέντοι καὶ τὸν τοῦ δικαίου λογισμὸν ἂν περιφύγοιμι, οὐδ᾽ ἀμετρίας μοι δοκῶ δόξαν οἴσεσθαι τὴν πόλιν ἐπὶ Καρχηδονίοις, οἳ παρὰ μὲν τὰς εὐπραξίας ἀδικοῦσι καὶ ἐνυβρίζουσιν ἐς ἅπαντας, ἐν δὲ ταῖς συμφοραῖς παρακαλοῦσιν, ἂν δὲ τύχωσιν, εὐθὺς ἐπὶ ταῖς συνθήκαις μετατίθενται. καὶ οὔτε σπονδῶν ἐστὶν αὐτοῖς αἰδὼς οὔτε λόγος ὅρκων: οὓς οὗτος ἀξιοῖ περισώζειν διὰ νέμεσιν θεῶν καὶ ἀνθρώπων φθόνον. ἐγὼ δ᾽ αὐτοὺς ἡγοῦμαι τοὺς θεοὺς ἐς τόδε τὴν Καρχηδόνα περιενεγκεῖν, ἵνα δῶσί ποτε δίκην τῆς ἀσεβείας οἳ καὶ περὶ Σικελίαν καὶ Ἰβηρίαν καὶ Ἰταλίαν καὶ ἐν αὐτῇ τῇ Λιβύῃ, καὶ πρὸς ἡμᾶς καὶ πρὸς τοὺς ἄλλους ἅπαντας, ἀεὶ συνετίθεντο καὶ παρώρκουν καὶ δεινὰ καὶ σχέτλια ἔδρων. ὧν τὰ ἀλλότρια ὑμῖν πρὸ τῶν ἡμετέρων διέξειμι, ἵνα εἰδῆτε πάντας ἐφησθησομένους Καρχηδονίοις, εἰ δίκην δοῖεν.

[63] οὗτοι Ζακανθαίους, πόλιν Ἰβηριας ἐπιφανῆ, σφίσι τε αὐτοῖς ἔνσπονδον καὶ φίλην ἡμῖν, ἡβηδὸν ἔκτειναν οὐδὲν ἀδικοῦντας. οὗτοι Νουκερίαν ὑπήκοον ἡμῶν ἐπὶ συνθήκῃ λαβόντες, καὶ ὀμόσαντες σὺν δύο ἱματίοις ἕκαστον ἀπολύσειν, τὴν μὲν βουλὴν αὐτῶν ἐς τὰ βαλανεῖα συνέκλεισαν καὶ ὑποκαίοντες τὰ βαλανεῖα ἀπέπνιξαν, τὸν δὲ δῆμον ἀπιόντα κατηκόντισαν. Ἀχερρανῶν δὲ τὴν βουλὴν ἐν σπονδαῖς ἐς τὰ φρέατα ἐνέβαλον, καὶ τὰ φρέατα ἐπέχωσαν. Μᾶρκόν τε Κορνήλιον ὕπατον ἡμέτερον ὅρκοις ἀπατήσαντες ἤγαγον μὲν ὡς ἐπισκεψόμενον αὐτῶν τὸν στρατηγὸν ἀρρωστοῦντα, συναρπάσαντες δὲ ἀπήγαγον ἐς Λιβύην ἐκ Σικελίας αἰχμάλωτον μετὰ δύο καὶ εἴκοσι νεῶν. ἔκτειναν δὲ καὶ Ῥῆγλον αἰκισάμενοι, στρατηγὸν ἕτερον ἡμῶν, ὑπ᾽ εὐορκίας ἐπανελθόντα πρὸς αὐτούς. ὅσα δ᾽ Ἀννίβας πολεμῶν ἐνεδρεύων παρορκῶν ἔς τε πόλεις καὶ στρατόπεδα ἡμῶν καὶ λήγων ἐς τοὺς συμμάχους ἔδρασε τοὺς αὑτοῦ, τάς τε πόλεις πορθῶν καὶ τοὺς αὐτῷ συστρατευσαμένους κατακαίνων, μακρὸν ἂν εἴη καταλέγειν. πλὴν ὅτι τετρακόσια ἡμῶν ἀνέστησεν ἄστη. τοὺς δ᾽ αἰχμαλώτους ἡμῶν τοὺς μὲν ἐς τάφρους καὶ ποταμοὺς ἐμβαλόντες ὡς γεφύραις ἐπέβαινον, τοὺς δὲ τοῖς ἐλέφασιν ὑπέβαλλον, τοὺς δ᾽ ἀλλήλοις μονομαχεῖν ἐκέλευον, ἀδελφοὺς ἀδελφοῖς συνιστάντες καὶ πατέρας υἱοῖς. τὰ δ᾽ ἔναγχος ταῦτα, περὶ εἰρήνης ἐπρέσβευον ἐνταῦθα καὶ παρεκάλουν καὶ ὤμνυον, καὶ οἱ πρέσβεις αὐτῶν ἔτι παρῆσαν, ἐν δὲ Λιβύῃ τὰς ναῦς ἡμῶν διήρπαζον καὶ τοὺς στρατιώτας κατέδεον. τοσοῦτον αὐτοῖς καὶ ἀνοίας διὰ τὴν ὠμότητα περίεστιν.

[64] τούτοις οὖν τίς ἐστῖν ἔλεος μετριοπάθεια παρ᾽ ἑτέρων, τοῖς οὐδὲν μέτριον οὐδ᾽ ἥμερον ἐς οὐδένας εἰργασμένοις; τοῖς, ὥσπερ ἔφη Σκιπίων, εἰ ἐλάβοντο ἡμῶν, οὐδ᾽ ἂν ὄνομα Ῥωμαίων ὑπολιποῦσιν; ἀλλὰ πίστις ἐστὶ βέβαιος δεξιά. ποία; τίς σπονδή, τίς ὅρκος ὃν οὐκ ἐπάτησαν; τίς δὲ συνθήκη καὶ χάρις ἐς ἣν οὐχ ὕβρισαν; μὴ μιμησώμεθα, φησίν, αὐτούς. τίνα γὰρ συνθήκην ἡμεῖς λύομεν οἱ μήπω τι συνθέμενοι; ἀλλὰ τὴν ὠμοτητα, φησίν, αὐτῶν μὴ μιμησώμεθα. φίλους οὖν καὶ συμμάχους ποιησόμεθα τοὺς ὠμοτάτους; οὐδέτερα τούτων ἄξια. ἀλλ᾽ ἐπιτρεψάτωσαν ἡμῖν αὑτοὺς νόμῳ νενικημένων, ὡς πολλοὶ σφᾶς ἐπέτρεψαν, σκεψόμεθα δ᾽ ἡμεῖς. και τι ἂν δῶμεν, εἴσονται χάριν, οὐχὶ συνθήκην νομίζοντες εἶναι. διαφέρει δὲ τούτοιν ἑκάτερον ὧδε. μέχρι μὲν συντίθενται, παραβήσονται καθάπερ καὶ πάλαι, πρόφασιν ἀεί τινα τῶν συνθηκῶν φέροντες ὡς ἐν αὐταῖς ἠλαττωμένοι: τὰ δ᾽ ἀμφίλογα εὐπροφάσιστα. ὅταν δὲ παραδῶσιν αὑτούς, καὶ τὰ ὅπλα παρελώμεθα, καὶ τὰ σώματα ἐφ᾽ ἡμῖν γένηται, καὶ πεισθῶσιν ὅτι μηδὲν αὐτοῖς ἐστὶν ἴδιον, τὰ μὲν φρονήματα αὐτῶν καταβήσεται, ἀγαπήσουσι δ᾽ τι ἂν παρ᾽ ἡμῶν λάβωσιν ὡς ἀλλότριον. εἰ μὲν οὖν Σκιπίων ἑτέρως δοκεῖ, τὰς γνώμας ἔχετε συγκρίνειν: εἰ δὲ συνθήσεται Καρχηδονίοις χωρὶς ὑμῶν, τί καὶ ἐπέστελλεν ὑμῖν; ἐγὼ μὲν γάρ, ὡς ὑμῖν κυρίοις οὖσι περὶ τῶνδε κρῖναι, τὴν γνώμην εἶπον, ἣν νομίζω συνοίσειν τῇ πόλει.

[65] τοιαῦτα μὲν κὰ Πόπλιος εἶπεν: δὲ βουλὴ κατ᾽ ἄνδρα παρ᾽ ἑκάστου ψῆφον ᾔτει, καὶ ἐς τὴν Σκιπίωνος γνώμην αἱ πλείους συνέδραμον. ἐγίγνοντο οὖν αἱ συνθῆκαι, τρίται αἵδε, Ῥωμαίοις καὶ Καρχηδονίοις πρὸς ἀλλήλους. καὶ Σκιπίων ἐς αὐτὰς ἐδόκει μάλιστα τοὺς Ῥωμαίους ἐναγαγέσθαι, εἴτε τῶν εἰρημένων οὕνεκα λογισμῶν, εἴτε ὡς ἀρκοῦν Ῥωμαίοις ἐς εὐτυχίαν τὸ μόνην ἀφελέσθαι Καρχηδονίους τὴν ἡγεμονίαν: εἰσὶ γὰρ οἳ καὶ τόδε νομίζουσιν, αὐτὸν ἐς Ῥωμαίων σωφρονισμὸν ἐθελῆσαι γείτονα καὶ ἀντίπαλον αὐτοῖς φόβον ἐς ἀεὶ καταλιπεῖν, ἵνα μή ποτε ἐξυβρίσειαν ἐν μεγέθει τύχης καὶ ἀμεριμνία. καὶ τόδε οὕτω φρονῆσαι τὸν Σκιπίωνα οὐ πολὺ ὕστερον ἐξεῖπε τοῖς Ῥωμαίοις Κάτων, ἐπιπλήττων παρωξυμμένοις κατὰ Ῥόδου. δὲ Σκιπίων ταῦτα συνθέμενος ἐκ Λιβύης ἐς τὴν Ἰταλίαν παντὶ τῷ στρατῷ διέπλει, καὶ ἐς τὴν Ῥώμην ἐσήλαυνε θριαμβεύων, ἐπιφανέστατα δὴ τῶν πρὸ αὐτοῦ.

[66] καὶ τρόπος, καὶ νῦν ἔτι χρώμενοι διατελοῦσιν, ἐστὶ τοιόσδε. ἐστεφάνωνται μὲν ἅπαντες, ἡγοῦνται δὲ σαλπικταί τε καὶ λαφύρων ἅμαξαι, πύργοι τε παραφέρονται μιμήματα τῶν εἰλημμένων πόλεων, καὶ γραφαὶ καὶ σχήματα τῶν γεγονότων, εἶτα χρυσὸς καὶ ἄργυρος ἀσήμαντός τε καὶ σεσημας μένος καὶ εἴ τι τοιουτότροπον ἄλλο, καὶ στέφανοι ὅσοις τὸν στρατηγὸν ἀρετῆς ἕνεκα ἀναδοῦσιν πόλεις σύμμαχοι τὰ ὑπ᾽ αὐτῷ στρατόπεδα. βόες δ᾽ ἐπὶ τοῖσδε λευκοί, καὶ ἐλέφαντες ἦσαν ἐπὶ τοῖς βουσί, καὶ Καρχηδονίων αὐτῶν καὶ Νομάδων ὅσοι τῶν ἡγεμόνων ἐλήφθησαν. αὐτοῦ δ᾽ ἡγοῦνται τοῦ στρατηγοῦ ῥαβδοῦχοι φοινικοῦς χιτῶνας ἐνδεδυκότες, καὶ χορὸς κιθαριστῶν τε καὶ τιτυριστῶν, ἐς μίμημα Τυρρηνικῆς πομπῆς, περιεζωσμένοι τε καὶ στεφάνην χρυσῆν ἐπικείμενοι: ἴσα τε βαίνουσιν ἐν τάξει μετὰ ᾠδῆς καὶ μετ᾽ ὀρχήσεως. Λυδοὺς αὐτοὺς καλοῦσιν, ὅτι ῾οἶμαἰ Τυρρηνοὶ Λυδῶν ἄποικοι. τούτων δέ τις ἐν μέσῷ, πορφύραν ποδήρη περικείμενος καὶ ψέλια καὶ στρεπτὰ ἀπὸ χρυσοῦ, σχηματίζεται ποικίλως ἐς γέλωτα ὡς ἐπορχούμενος τοῖς πολεμίοις. ἐπὶ δ᾽ αὐτῷ θυμιατηρίων πλῆθος, καὶ στρατηγὸς ἐπὶ τοῖς θυμιάμασιν, ἐφ᾽ ἅρματος καταγεγραμμένου ποικίλως, ἔστεπται μὲν ἀπὸ χρυσοῦ καὶ λίθων πολυτίμων, ἔσταλται δ᾽ ἐς τὸν πάτριον τρόπον πορφύραν, ἀστέρων χρυσῶν ἐνυφασμένων, καὶ σκῆπτρον ἐξ ἐλέφαντος φέρει, καὶ δάφνην, ἣν ἀεὶ Ῥωμαῖοι νομίζουσι νίκης σύμβολον. ἐπιβαίνουσι δ᾽ αὐτῷ ἐπὶ τὸ ἅρμα παῖδές τε καὶ παρθένοι, καὶ ἐπὶ τῶν παρηόρων ἑκατέρωθεν ᾔθεοι συγγενεῖς. καὶ παρέπονται ὅσοι παρὰ τὸν πόλεμον ἦσαν αὐτῷ γραμματεῖς τε καὶ ὑπηρέται καὶ ὑπασπισταί. καὶ μετ᾽ ἐκείνους στρατιὰ κατά τε ἴλας καὶ τάξεις, ἐστεφανωμένη πᾶσα καὶ δαφνηφοροῦσα: οἱ δὲ ἀριστεῖς καὶ τὰ ἀριστεῖα ἐπίκεινται. καὶ τῶν ἀρχόντων οὓς μ ὲν ἐπαινοῦσιν, οὓς δὲ σκώπτουσιν, οὓς δὲ ψέγουσιν: ἀφελὴς γὰρ θρίαμβος, καὶ ἐν ἐξουσίᾳ λέγειν τι θέλοιεν. ἀφικόμενος δὲ ἐς τὸ Καπιτώλιον Σκιπίων τὴν μὲν πομπὴν κατέπαυσεν, εἱστία δὲ τοὺς φίλους, ὥσπερ ἔθος ἐστίν, ἐς τὸ ἱερόν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: