previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[69] Σέλευκον δ᾽ εὐθὺς ἐπὶ τῷ πατρὶ Δημητρίῳ τὸ διάδημα ἐπιθέμενον ἐπιτοξεύσασα ἔκτεινεν, εἴτε δείσασα περὶ τῆς τοῦ πατρὸς δολοφονήσεως, εἴτε καὶ μανιώδει πρὸς πάντας μίσει. μετὰ δὲ Σέλευκον γρυπὸς ἐγένετο βασιλεύς, καὶ τὴν μητέρα οἱ φάρμακον κεράσασαν πιεῖν ἠνάγκασεν. μὲν δὴ δίκην ποτὲ ἔδωκεν, ἄξιος δὲ ἄρα τῆς μητρὸς ἦν καὶ γρυπός: ἐπεβούλευε γὰρ τῷ Κυζικηνῷ καίπερ ὄντι ὁμομητρίῳ. δὲ μαθὼν ἐπολέμησέ τε αὐτῷ καὶ τῆς ἀρχῆς αὐτόν ἐξήλασε, καὶ βασιλεὺς ἀντ᾽ ἐκείνου τοῖς Σύροις ἐγένετο. ἀλλὰ καὶ τόνδε Σέλευκος Ἀντιόχου τοῦ γρυποῦ παῖς, ἐπιστρατεύσας ὄντι περ θείῳ, παρείλετο τὴν ἀρχήν. βίαιος δὲ καὶ τυραννικώτατος ὢν ἐν Ἑστίᾳ Μόψου τῆς Κιλικίας κατεπρήσθη κατὰ τὸ γυμνάσιον. καὶ αὐτὸν διεδέξατο Ἀντίοχος υἱὸς τοῦ Κυζικηνοῦ: ὃν ἐπιβουλευόμενον ὑπὸ Σελεύκου τοῦ ἀνεψιοῦ οἱ μὲν Σύροι νομίζουσι περισωθῆναι δι᾽ εὐσέβειαν, καὶ διὰ τοῦτο εὐσεβῆ παρωνόμασαν ῾ἑταίρα δ᾽ αὐτὸν ἔσωσεν, ἐρασθεῖσα τοῦ κάλλους᾿, ἐμοὶ δὲ δοκοῦσιν ἐπὶ γέλωτι αὐτῷ ποιήσασθαι τὸ ὄνομα οἱ Σύροι: ἔγημε γὰρ οὗτος εὐσεβὴς Σελήνην, καὶ τῷ πατρὶ αὐτοῦ ἐγεγάμητο τῷ Κυζικηνῷ καὶ τῷ γρυπῷ θείῳ γενομένῳ. τοιγάρτοι αὐτὸν θεοῦ μετιόντος ἐξήλασε τῆς ἀρχῆς Τιγράνης.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: