previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] οἱ μὲν δὴ πάλιν ἐς Σάμον ἀνήγοντο, καὶ χρόνος ἔληγε Λιουίῳ τῆς ναυαρχίας: τοῦ δ᾽ αὐτοῦ χρόνου Σέλευκος Ἀντιόχου τὴν Εὐμένους γῆν ἐδῄου καὶ Περγάμῳ παρεκάθητο, τοὺς ἄνδρας ἐς τὴν πόλιν κατακλείσας. ὅθεν Εὐμένης ἐς Ἐλαίαν, τὸ τῆς ἀρχῆς ἐπίνειον, διέπλει κατὰ σπουδήν, καὶ σὺν αὐτῷ Λεύκιος Αἰμίλιος Ῥηγίλλος Λιουίου τὴν ναυαρχίαν παραδεδεγμένος. ἧκον δὲ καὶ παρὰ τῶν Ἀχαιῶν Εὐμένει σύμμαχοι χίλιοι πεζοὶ καὶ ἱππεῖς ἑκατὸν ἐπίλεκτοι, ὧν Διοφάνης στρατηγὸς ἀπὸ τοῦ τείχους ἰδὼν τοὺς Σελευκείους παίζοντάς τε καὶ μεθύοντας ἐκ καταφρονήσεως, ἔπειθε τοὺς Περγαμηνοὺς ἑαυτῷ συνεκδραμεῖν ἐπὶ τοὺς πολεμίους. οὐχ ὑφισταμένων δ᾽ ἐκείνων, ὥπλισε τοὺς ἰδίους χιλίους καὶ τοὺς ἑκατὸν ἱππέας. καὶ προαγαγὼν ὑπὸ τὸ τεῖχος ἔστησεν ἀτρεμεῖν, ὑπερορώντων αὐτοὺς ἐς πολὺ τῶν πολεμίων ὡς ὀλίγους τε καὶ οὐ τολμῶντας ἐς χεῖρας ἐλθεῖν. δ᾽ ἀριστοποιουμένοις ἐπιδραμὼν ἐθορύβησέ τε καὶ ἐτρέψατο τοὺς προφύλακας, τῶν δ᾽ ἄλλων ἐπὶ τὰ ὅπλα ἀναπηδώντων, καὶ τοὺς ἵππους περιχαλινούντων φεύγοντας διωκόντων δυσχερῶς ἀναβαινόντων οὐκ εὐσταθοῦντας, ἐκράτει πάνυ λαμπρῶς, ἐπιβοώντων ἄνωθεν ἀπὸ τοῦ τείχους τῶν Περγαμηνῶν, καὶ οὐδὲ τότε προελθεῖν ὑφισταμένων. κτείνας δ᾽ ὅσους ἐδύνατο ὡς ἐν ἐπιδείξει ταχείᾳ, καί τινας αἰχμαλώτους ἑλὼν ἄνδρας τε καὶ ἵππους, ἐπανῄει κατὰ σπουδήν. καὶ τῆς ἐπιούσης αὖθις ἵστη τοὺς Ἀχαιοὺς ὑπὸ τὸ τεῖχος, οὐδὲ τότε τῶν Περγαμηνῶν αὐτῷ συνεξιόντων. Σέλευκος δ᾽ ἱππεῦσι πολλοῖς αὐτῷ προσεπέλαζε προκαλούμενος. δὲ τότε μὲν οὐκ ἐπεξῄει, παρ᾽ αὐτὸ τὸ τεῖχος ἑστώς, ἀλλ᾽ ἐφυλάσσετο: ἐπεὶ δ᾽ Σέλευκος παραμείνας ἐς μεσημβρίαν, καμνόντων οἱ ἤδη τῶν ἱππέων ἐπέστρεφε καὶ ἐπανῄει, τοῖς τελευταίοις αὐτοῦ Διοφάνης ἐπιθέμενος καὶ θορυβοποιήσας, καὶ βλάψας ὅσα καὶ τότε δυνατὸς ἦν, εὐθὺς ἐπανῄει πάλιν ὑπὸ τὸ τεῖχος. καὶ τόνδε τὸν τρόπον συνεχῶς ἔν τε χορτολογίαις καὶ ξυλείαις ἐνεδρεύων καὶ ἀεί τι ἐνοχλῶν ἀπό τε Περγάμου τὸν Σέλευκον ἀνέστησε καὶ ἀπὸ τῆς ἄλλης Εὐμένους χώρας ἐξήλασεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: