previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[107] καὶ Σύλλα μὲν τοῦτο τέλος ἦν, ἀπὸ δὲ τῆς πυρᾶς χωροῦντες εὐθὺς οἱ ὕπατοι λόγοις βλασφήμοις ἐς ἀλλήλους διεφέροντο, καὶ τὸ ἀστικὸν ἐς αὐτοὺς διῄρητο. Λέπιδος δὲ καὶ τοὺς Ἰταλικοὺς προσποιούμενος ἔλεγεν, ὅτι τὴν γῆν αὐτοῖς, ἣν Σύλλας ἀφῄρητο, ἀποδώσει. ἄμφω μὲν οὖν βουλὴ δείσασα ὥρκωσε μὴ πολέμῳ διακριθῆναι, κληρωσάμενος δ᾽ Λέπιδος τὴν ὑπὲρ Ἄλπεις Γαλατίαν, ἐπὶ τὰ ἀρχαιρέσια οὐ κατῄει ὡς πολεμήσων τοῖς Συλλείοις τοῦ ἐπιόντος ἔτους ὑπὲρ τὸν ὅρκον ἀδεῶς: ἐδόκουν γὰρ ἐς τὸ τῆς ἀρχῆς ἔτος ὡρκῶσθαι. οὐ λανθάνων δ᾽, ἐφ᾽ οἷς ἐβούλευεν, ἐκαλεῖτο ὑπὸ τῆς βουλῆς: καὶ οὐδὲ αὐτὸς ἀγνοῶν, ἐφ᾽ οἷς ἐκαλεῖτο, ᾔει μετὰ τοῦ στρατοῦ παντὸς ὡς ἐς τὴν πόλιν ἐσελευσόμενος σὺν αὐτῷ. κωλυόμενος δὲ ἐκήρυξεν ἐς τὰ ὅπλα χωρεῖν, καὶ ἀντεκήρυττε Κάτλος. μικρόν τε πρὸ τοῦ Ἀρείου πεδίου μάχης αὐτοῖς γενομένης, ἡττώμενος Λέπιδος καὶ οὐκ ἐς πολὺ ἔτι ἀντισχὼν ἐς Σαρδὼ διέπλευσεν, ἔνθα νόσῳ τηκεδόνι χρώμενος ἀπέθανε: καὶ στρατὸς αὐτοῦ μικρὰ κατὰ μέρος ἐνοχλήσας διελύθη, τὸ δὲ κράτιστον Περπέννας ἐς Ἰβηρίαν ἤγαγε Σερτωρίῳ.

[108] λοιπὸν δ᾽ ἐστὶ τῶν Συλλείων ἔργων τὸ Σερτωρίου, γενόμενον μὲν ὀκτάετες, οὐκ εὐμαρὲς δὲ οὐδαμὰ Ῥωμαίοις, ἅτε μὴ πρὸς Ἴβηρας αὐτούς, ἀλλὰ καὶ τόδε ἐπ᾽ ἀλλήλους καὶ πρὸς Σερτώριον, ὃς ᾕρητο μὲν Ἰβηρίας ἄρχειν, Κάρβωνι δ᾽ ἐπὶ Σύλλᾳ συμμαχῶν Σύεσσαν πόλιν ἐν σπονδαῖς κατέλαβε καὶ φεύγων ἐπὶ τὴν στρατηγίαν ᾤχετο. καὶ στρατὸν ἔχων ἔκ τε Ἰταλίας αὐτῆς καί τινα ἄλλον ἐκ Κελτιβήρων ἀγείρας τούς τε πρὸ ἑαυτοῦ στρατηγούς, οὐ παραδιδόντας οἱ τὴν ἀρχὴν ἐς χάριν Σύλλα, τῆς Ἰβηρίας ἐξέβαλε καὶ πρὸς Μέτελλον ἐπιπεμφθέντα ὑπὸ Σύλλα ἀπεμάχετο γενναίως. περιώνυμος δὲ ὢν ἐπὶ τόλμῃ, βουλὴν κατέλεξεν ἐκ τῶν συνόντων οἱ φίλων τριακοσίους καὶ τήνδε ἔλεγεν εἶναι τὴν Ῥωμαίων βουλὴν καὶ ἐς ὕβριν ἐκείνης σύγκλητον ἐκάλει. Σύλλα δ᾽ ἀποθανόντος καὶ Λεπίδου μετὰ Σύλλαν, στρατὸν ἔχων ἄλλον Ἰταλῶν, ὅσον αὐτῷ Περπέννας τοῦ Λεπίδου στρατηγὸς ἤγαγεν, ἐπίδοξος ἦν στρατεύσειν ἐπὶ τὴν Ἰταλίαν, εἰ μὴ δείσασα βουλὴ στρατόν τε ἄλλον καὶ στρατηγὸν ἕτερον ἐπὶ τῷ προτέρῳ Πομπήιον ἔπεμψεν ἐς Ἰβηρίαν, νέον μὲν ἔτι ὄντα, περιφανῆ δ᾽ ἐξ ὧν ἐπὶ Σύλλα περί τε Λιβύην καὶ ἐν αὐτῇ Ἰταλίᾳ κατείργαστο.

[109] δὲ ἐς τὰ Ἄλπεια ὄρη μετὰ φρονήματος ἀνῄει, οὐ κατὰ τὴν Ἀννίβου μεγαλουργίαν, ἑτέραν δ᾽ ἐχάρασσεν ἀμφὶ ταῖς πηγαῖς τοῦ τε Ῥοδανοῦ καὶ Ἠριδανοῦ, οἳ ἀνίσχουσι μὲν ἐκ τῶν Ἀλπείων ὀρῶν οὐ μακρὰν ἀπ᾽ ἀλλήλων, ῥεῖ δ᾽ μὲν διὰ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις εἰς τὴν Τυρρηνικὴν θάλασσαν, δὲ ἔνδοθεν τῶν Ἀλπείων ἐπὶ τὸν Ἰόνιον, Πάδος ἀντὶ Ἠριδανοῦ μετονομασθείς. ἀφικομένου δ᾽ ἐς Ἰβηρίαν αὐτίκα Σερτώριος τέλος ὅλον, ἐπὶ χορτολογίαν ἐξιόν, αὐτοῖς ὑποζυγίοις καὶ θεράπουσι συνέκοψε καὶ Λαύρωνα πόλιν ἐφορῶντος αὐτοῦ Πομπηίου διήρπασε καὶ κατέσκαψεν. ἐκ δὲ τῆς πολιορκίας γυνή τις ἐνυβρίζοντος αὐτῇ τοῦ λαβόντος παρὰ φύσιν τοῖς δακτύλοις ἐξέτεμε τὰς ὄψεις: καὶ Σερτώριος τοῦ πάθους πυθόμενος τὴν σπεῖραν ὅλην, ἀγέρωχον ἐς τὰ τοιαῦτ᾽ εἶναι νομιζομένην, καίπερ οὖσαν Ῥωμαϊκὴν κατέκανε.

[110] καὶ τότε μὲν χειμῶνος ἐπιόντος διέστησαν, ἀρχομένου δ᾽ ἦρος ἐπῄεσαν ἀλλήλοις, Μέτελλος μὲν καὶ Πομπήιος ἀπὸ τῶν Πυρηναίων ὀρῶν, ἔνθα διεχείμαζον, Σερτώριος δὲ καὶ Περπέννας ἐκ Λυσιτανίας. καὶ συμβάλλουσιν ἀλλήλοις περὶ πόλιν, ὄνομα Σούκρων. κτύπου δ᾽ ἐν αἰθρίᾳ φοβεροῦ καὶ ἀστραπῶν παραλόγων γενομένων, τάδε μὲν ὡς ἐμπειροπόλεμοι διέφερον ἀκαταπλήκτως, πολὺν δ᾽ ἀλλήλων φόνον ἐξειργάζοντο, μέχρι Μέτελλος μὲν Περπένναν ἐτρέψατο καὶ τὸ στρατόπεδον αὐτοῦ διήρπαζεν, δὲ Σερτώριος ἐνίκα Πομπήιον, καὶ ἐτρώθη δόρατι ἐς τὸν μηρὸν ἐπικινδύνως Πομπήιος. καὶ τοῦτο τέλος ἐγένετο τῆς τότε μάχης.

ἔλαφος δ᾽ ἦν λευκὴ χειροήθης τῷ Σερτωρίῳ καὶ ἄνετος: ἧς ἀφανοῦς γενομένης Σερτώριος οὐκ αἴσιον ἑαυτῷ τιθέμενος ἐβαρυθύμει τε καὶ ἐπ᾽ ἀργίας ἦν, καὶ ταῦτ᾽ ἐπιτωθαζόμενος ἐς τὴν ἔλαφον ὑπὸ τῶν πολεμίων. ὡς δ᾽ ὤφθη διὰ δρυμῶν δρόμῳ φερομένη, ἀνά τε ἔδραμεν Σερτώριος καὶ εὐθύς, ὥσπερ αὐτῇ προκαταρχόμενος, ἠκροβολίσατο ἐς τοὺς πολεμίους.

οὐ πολὺ δὲ ὕστερον ἀγῶνα μέγαν ἠγωνίσατο περὶ Σεγοντίαν ἐκ μεσημβρίας ἐπὶ ἄστρα. καὶ αὐτὸς μὲν ἱππομαχῶν ἐκράτει τοῦ Πομπηίου καὶ ἔκτεινεν ἐς ἑξακισχιλίους ἀποβαλὼν ἐς ἡμίσεας: Μέτελλος δὲ καὶ τότε Περπέννα περὶ πεντακισχιλίους διέφθειρε. καὶ Σερτώριος μετὰ τὴν μάχην τῆς ἐπιούσης ἡμέρας πολλοὺς βαρβάρους προσλαβὼν ἐπέδραμεν ἀδοκήτως τῷ Μετέλλου στρατοπέδῳ περὶ δείλην ἑσπέραν ὡς ἀποταφρεύσων αὐτὸ σὺν τόλμῃ, Πομπηίου δ᾽ ἐπιδραμόντος ἐπαύσατο τῆς καταφρονήσεως.

καὶ τάδε μὲν αὐτοῖς ἦν τοῦδε τοῦ θέρους ἔργα, καὶ πάλιν ἐς χειμασίαν διεκρίθησαν: [111] τοῦ δ᾽ ἐπιόντος ἔτους, ἕκτης ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος οὔσης, δύο μὲν ἐκ διαθηκῶν ἔθνη Ῥωμαίοις προσεγίγνετο, Βιθυνία τε Νικομήδους ἀπολιπόντος καὶ Κυρήνη Πτολεμαίου, τοῦ Λαγίδου βασιλέως, ὃς ἐπίκλησιν ἦν Ἀπίων, πόλεμοι δ᾽ ἤκμαζον οὗτός τε Σερτωρίου περὶ Ἰβηρίαν καὶ Μιθριδάτου περὶ τὴν ἀνατολὴν καὶ τῶν λῃστῶν ἐν ὅλῃ τῇ θαλάσσῃ καὶ περὶ Κρήτην πρὸς αὐτοὺς Κρῆτας ἕτερος καὶ τῶν μονομάχων ἀνὰ τὴν Ἰταλίαν, αἰφνίδιος αὐτοῖς καὶ ὅδε καὶ σφοδρὸς ὁμοῦ γενόμενος. διαιρούμενοι δ᾽ ἐς τοσαῦτα, ὅμως καὶ ἐς Ἰβηρίαν ἔπεμψαν ἄλλα στρατοῦ δύο τέλη, μεθ᾽ ὧν ἅμα τῷ ἄλλῳ παντὶ Μέτελλός τε καὶ Πομπήιος αὖθις ἀπὸ τῶν Πυρηναίων ὀρῶν ἐπὶ τὸν Ἴβηρα κατέβαινον. Σερτώριος δὲ καὶ Περπέννας αὐτοῖς ἀπήντων ἀπὸ Λυσιτανίας.

[112] καὶ τότε μάλιστα πολλοὶ Σερτωρίου πρὸς τὸν Μέτελλον ηὐτομόλουν, ἐφ᾽ χαλεπαίνων Σερτώριος ἀγρίως καὶ βαρβαρικῶς ἐλυμαίνετο πολλοῖς καὶ διὰ μίσους ἐγίγνετο. μᾶλλον δ᾽ αὐτὸν στρατὸς ἐν αἰτίαις εἶχεν, ἐπεὶ καὶ δορυφόρους ἀντ᾽ αὐτῶν ἐπήγετο πανταχοῦ Κελτίβηρας καὶ τὴν φυλακὴν τοῦ σώματος, Ῥωμαίους ἀπελάσας, τοῖσδε ἀντ᾽ ἐκείνων ἐπέτρεπεν. οὐ γὰρ ἔφερον ἐς ἀπιστίαν ὀνειδιζόμενοι, εἰ καὶ πολεμίῳ Ῥωμαίων ἐστρατεύοντο: ἀλλ᾽ αὐτὸ δὴ τοῦτο καὶ μάλιστα ὑπέδακνεν αὐτούς, τὸ ἀπίστους ἐς τὴν πατρίδα διὰ τὸν Σερτώριον γενομένους ἀπιστεῖσθαι καὶ πρὸς αὐτοῦ, οὐδ᾽ ἠξίουν διὰ τοὺς αὐτομολήσαντας οἱ παραμένοντες κατεγνῶσθαι. πολλὰ δὲ καὶ οἱ Κελτίβηρες αὐτοῖς, ἀφορμῆς λαβόμενοι, ἐνύβριζον ὡς ἀπιστουμένοις. οἱ δ᾽ οὐ τελέως ὅμως τὸν Σερτώριον ἀπεστρέφοντο διὰ τὰς χρείας: οὐ γὰρ ἦν τότε τοῦ ἀνδρὸς οὔτε πολεμικώτερος ἄλλος οὔτ᾽ ἐπιτυχέστερος. ὅθεν αὐτὸν καὶ οἱ Κελτίβηρες διὰ τὴν ταχυεργίαν ἐκάλουν Ἀννίβαν, ὃν θρασύτατόν τε καὶ ἀπατηλότατον στρατηγὸν παρὰ σφίσιν ἐδόκουν γενέσθαι. μὲν δὴ στρατὸς ὧδε εἶχε Σερτωρίῳ, πόλεις δ᾽ αὐτοῦ πολλὰς επέτρεχον οἱ περὶ τὸν Μέτελλον καὶ τοὺς ἄνδρας ἐς τὰ ὑπήκοα σφίσι μετῆγον. Παλαντίαν δὲ Πομπηίου περικαθημένου καὶ τὰ τείχη ξύλων κορμοῖς ὑποκρεμάσαντος, ἐπιφανεὶς Σερτώριος τὴν μὲν πολιορκίαν ἐξέλυσε, τὰ τείχη δ᾽ ἔφθασεν ὑποκαύσας Πομπήιος καὶ ἐς Μέτελλον ἀνεχώρει. Σερτώριος δὲ καὶ τὰ πεσόντα ἤγειρε, καὶ τοῖς περί τι χωρίον Καλάγυρον στρατοπεδεύουσιν ἐπιδραμὼν ἔκτεινε τρισχιλίους. καὶ τάδε ἦν καὶ τοῦδε τοῦ ἔτους ἐν Ιβηρίᾳ.

[113] τοῦ δ᾽ ἐπιόντος οἱ στρατηγοὶ Ῥωμαίων μᾶλλόν τι θαρρήσαντες ἐπῄεσαν ταῖς πόλεσι ταῖς ὑπὸ Σερτωρίῳ σὺν καταφρονήσει καὶ πολλὰ αὐτοῦ περιέσπων καὶ ἑτέροις ἐπέβαινον, ἐπαιρόμενοι τοῖς ἀπαντωμένοις. οὐ μέντοι μεγάλῃ γε μάχῃ συνηνέχθησαν, ἀλλ᾽ αὖθις ... , μέχρι τοῦ ἑξῆς ἔτους αὐτοὶ μὲν αὖθις ἐπῄεσαν σὺν πλέονι μᾶλλον καταφρονήσει, δὲ Σερτώριος βλάπτοντος ἤδη θεοῦ τὸν μὲν ἐπὶ τοῖς πράγμασι πόνον ἑκὼν μεθίει, τὰ πολλὰ δ᾽ ἦν ἐπὶ τρυφῆς, γυναιξὶ καὶ κώμοις καὶ πότοις σχολάζων. ὅθεν ἡττᾶτο συνεχῶς. καὶ γεγένητο ὀργήν τε ἄκρος δι᾽ ὑπονοίας ποικίλας καὶ ὠμότατος ἐς κόλασιν καὶ ὑπόπτης ἐς ἅπαντας, ὥστε καὶ Περπένναν, τὸν ἐκ τῆς Αἰμιλίου στάσεως ἑκόντα πρὸς αὐτὸν ἐλθόντα μετὰ πολλοῦ στρατοῦ, δεῖσαι περὶ ἑαυτοῦ καὶ προεπιβουλεῦσαι μετὰ ἀνδρῶν δέκα. ὡς δὲ καὶ τῶνδέ τινες τῶν ἀνδρῶν ἐνδειχθέντες οἱ μὲν ἐκολάσθησαν, οἱ δ᾽ ἀπέφυγον, Περπέννας παρὰ δόξαν λαθὼν ἔτι μᾶλλον ἐπὶ τὸ ἔργον ἠπείγετο καὶ οὐδαμοῦ τὸν Σερτώριον μεθιέντα τοὺς δορυφόρους ἐπὶ ἑστίασιν ἐκάλει, μεθύσας δ᾽ αὐτόν τε καὶ τὴν περιεστῶσαν τὸν ἀνδρῶνα φυλακὴν ἔκτεινεν ἀπὸ τῆς διαίτης.

[114] καὶ στρατὸς εὐθὺς ἐπὶ τὸν Περπένναν ἀνίστατο σὺν θορύβῳ τε πολλῷ καὶ μετ᾽ ὀργῆς, ἐς εὔνοιαν αὐτίκα τοῦ Σερτωρίου μεταβαλόντες ἀπὸ τοῦ μίσους, ὥσπερ ἅπαντες ἐπὶ τοῖς ἀποθανοῦσι τὴν μὲν ὀργὴν μεθιᾶσιν, οὐκ ἐμποδὼν ἔτι τοῦ λυποῦντος ὄντος, ἐς δὲ τὴν ἀρετὴν αὐτῶν μετ᾽ ἐλέου καὶ μνήμης ἐπανίασι. τότε δὲ καὶ τὰ παρόντα σφίσιν ἐκλογιζόμενοι, Περπέννα μὲν ὡς ἰδιώτου κατεφρόνουν, τὴν δ᾽ ἀρετὴν Σερτωρίου μόνην ἂν σφίσιν ἡγούμενοι γενέσθαι σωτήριον, χαλεπῶς ἐς τὸν Περπένναν διετίθεντο αὐτοί τε καὶ οἱ βάρβαροι σὺν αὐτοῖς, μάλιστα δὲ τούτων Λυσιτανοί, ὅσῳ καὶ μάλιστα αὐτοῖς Σερτώριος ἐχρῆτο.

ὡς δὲ καὶ τῶν διαθηκῶν ἀνοιχθεισῶν τῶν Σερτωρίου Περπέννας αὐταῖς ἐνεγέγραπτο ἐπὶ τῷ κλήρῳ, μᾶλλόν τι πάντας ὀργὴ καὶ μῖσος ἐς τὸν Περπένναν ἐσῄει, ὡς οὐκ ἐς ἄρχοντα μόνον στρατηγόν, ἀλλὰ καὶ ἐς φίλον καὶ εὐεργέτην τοσόνδε μύσος ἐργασάμενον. καὶ οὐκ ἂν οὐδὲ χειρῶν ἀπέσχοντο, εἰ μὴ περιθέων αὐτοὺς Περπέννας τοὺς μὲν δώροις ὑπηγάγετο, τοὺς δ᾽ ὑποσχέσεσι, τοὺς δ᾽ ἀπειλαῖς ἐξεφόβησε, τοὺς δὲ καὶ διεχρήσατο ἐς κατάπληξιν ἑτέρων. ἐπί τε τὰ πλήθη παρερχόμενος ἐδημαγώγει καὶ τοὺς δεσμώτας αὐτῶν ἐξέλυεν, οὓς Σερτώριος κατέδησεν, καὶ τοῖς Ἴβηρσι τὰ ὅμηρα ἀπέλυεν. οἷς ὑπαχθέντες ὑπήκουον μὲν ὡς στρατηγῷ ῾τὸ γὰρ δὴ μετὰ Σερτώριον εἶχεν ἀξίωμἀ, οὐ μέντοι χωρὶς δυσμενείας οὐδὲ τότε ἐγίγνοντο: καὶ γὰρ ὠμότατος αὐτίκα ἐς κολάσεις θαρρήσας ἐφαίνετο καὶ τῶν ἐκ Ῥώμης αὐτῷ συμφυγόντων ἐπιφανῶν ἔκτεινε τρεῖς καὶ τὸν ἀδελφιδοῦν ἑαυτοῦ.

[115] ὡς δὲ ἐφ᾽ ἕτερα τῆς Ἰβηρίας Μέτελλος ᾤχετο ῾οὐ γὰρ ἔτι δυσχερὲς ἐδόκει Περπένναν ἐπιτρέψαι μόνῳ Πομπηίᾠ, ἐπὶ μέν τινας ἡμέρας ἐγίγνοντο ἁψιμαχίαι καὶ ἀπόπειραι Πομπηίου καὶ Περπέννα, μὴ σαλευόντων ἄθρουν τὸν στρατόν, τῇ δεκάτῃ δὲ ἀγὼν αὐτοῖς μέγιστος ἐξερράγη. ἑνὶ γὰρ ἔργῳ κρίναντες διακριθῆναι, Πομπήιος μὲν τῆς Περπέννα στρατηγίας κατεφρόνει, Περπέννας δ᾽ ὡς οὐ πιστῷ χρησόμενος ἐς πολὺ τῷ στρατῷ, πάσῃ σχεδὸν τῇ δυνάμει συνεπλέκετο. ταχὺ δ᾽ Πομπήιος περιῆν ὡς οὔτε στρατηγοῦ διαφέροντος οὔτε προθύμου στρατοῦ. καὶ τροπῆς πάντων ὁμαλοῦς γενομένης μὲν Περπέννας ὑπὸ θάμνῳ πόας ἐκρύφθη, δεδιὼς τοὺς οἰκείους μᾶλλον τῶν πολεμίων: λαβόντες δ᾽ αὐτὸν ἱππέες τινες εἷλκον ἐς τὸν Πομπήιον, ἐπιβλασφημούμενον ὑπὸ τῶν ἰδίων ὡς αὐθέντην Σερτωρίου καὶ βοῶντα πολλὰ μηνύσειν τῷ Πομπηίῳ περὶ τῆς Ῥώμῃ στάσεως: ἔλεγε δὲ εἴτε ἀληθεύων εἴθ᾽ ἵνα σῶος ἀχθείη πρὸς αὐτόν. δὲ προπέμψας ἀπέκτεινεν αὐτόν, πρὶν ἐς ὄψιν ἐλθεῖν, δείσας ἄρα, μή τι μηνύσειεν ἀδόκητον καὶ ἑτέρων ἀρχὴ κακῶν ἐν Ῥώμῃ γένοιτο. καὶ ἔδοξεν ἐμφρόνως πάνυ τοῦθ᾽ Πομπήιος πρᾶξαι καὶ συνετέλεσεν αὐτῷ καὶ τόδε εἰς δόξαν ἀγαθήν. τέλος δ᾽ ἦν τοῦτο τῷ περὶ Ἰβηρίαν πολέμῳ, τὸ καὶ Σερτωρίῳ τοῦ βίου γενόμενον: δοκεῖ γὰρ οὐκ ἂν οὔτε ὀξέως οὔτε εὐμαρῶς οὕτως, ἔτι Σερτωρίου περιόντος, συντελεσθῆναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: