previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[122] ἐπεὶ δὲ καὶ Δολοβέλλας, νέος ἀνὴρ καὶ περιώνυμος, ὑπατεύειν ὑπ᾽ αὐτοῦ Καίσαρος ἐς τὸ ἐπίλοιπον τοῦ ἔτους ᾑρημένος, ὅτε Καῖσαρ ἐξορμήσειε τῆς πόλεως, τὴν μὲν ὕπατον ἐσθῆτα ἠμφιέσατο καὶ τὰ σημεῖα τῆς ἀρχῆς περιεστήσατο, τὸν δὲ ταῦτά οἱ παρασχόντα δεύτερος ὅδε ἐλοιδόρει καὶ συνεγνωκέναι τοῖς ἐπ᾽ αὐτῷ βεβουλευμένοις ὑπεκρίνετο καὶ μόνης ἄκων τῆς χειρὸς ἀπολειφθῆναι ῾εἰσὶ δ᾽ οἳ καὶ λέγουσιν αὐτὸν εἰσηγήσασθαι τὴν ἡμέραν θέσθαι τῇ πόλει γενέθλιον̓, τότε δὴ καὶ οἱ μεμισθωμένοι ἀνεθάρρουν ὡς καὶ στρατηγοῦ καὶ ὑπάτου σφίσι συγγνωμόνων ὄντων καὶ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ ἱεροῦ κατεκάλουν. οἱ δὲ ἥδοντο μὲν τῷ Δολοβέλλᾳ καὶ ἐνόμιζον ἄνδρα νέον καὶ γνώριμον καὶ ὕπατον ἕξειν ἐς ἐναντίωσιν Ἀντωνίου, κατῄεσαν δὲ αὐτῶν μόνοι Κάσσιός τε καὶ Βροῦτος Μᾶρκος, ᾑμαγμένος τὴν χεῖρα: συγκατήνεγκαν γὰρ δὴ τὰς πληγὰς ἐπὶ τὸν Καίσαρα Κάσσιός τε καὶ Βροῦτος. ἐπεὶ δὲ παρῆλθον ἐς τὸ μέσον, οὐδὲν ταπεινὸν οὐδέτερος εἶπεν, ἀλλ᾽ ὡς ἐπὶ καλοῖς ὁμολογουμένοις ἀλλήλους ἐπῄνουν καὶ τὴν πόλιν ἐμακάριζον καὶ Δέκμῳ μάλιστα ἐμαρτύρουν, ὅτι τοὺς μονομάχους σφίσιν ἐν καιρῷ παράσχοι. τόν τε δῆμον ἐξώτρυνον ὅμοια τοῖς προγόνοις ἐργάσασθαι τοῖς καθελοῦσι τοὺς βασιλέας, οὐκ ἐκ βίας ἄρχοντας ὥσπερ Καῖσαρ, ἀλλ᾽ ᾑρημένους ὑπὸ νόμοις: Σέξστον τε Πομπήιον, τὸν Πομπηίου Μάγνου, τοῦ Καίσαρι περὶ τῆς δημοκρατίας πεπολεμηκότος, καλεῖν ἠξίουν, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν ἐν Ἰβηρίᾳ, καὶ τοὺς δημάρχους Καισήτιον καὶ Μάρυλλον, οἳ τὴν ἀρχὴν ὑπὸ τοῦ Καίσαρος ἀφαιρεθέντες ἠλῶντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: