previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[54] καὶ πάντες ἐπρέσβευον περὶ συμμαχίας ἔς τε Ἀραβίωνα βασιλέα καὶ τοὺς καλουμένους Σιττιανούς, οἳ ἀπὸ τοιᾶσδε συντυχίας οὕτως ὠνομάζοντο. Σίττιος ἐν Ῥώμῃ δίκην ἰδίαν οὐχ ὑποστὰς ἔφυγε καὶ στρατὸν ἀγείρας ἔκ τε αὐτῆς Ἰταλίας καὶ Ἰβηρίας ἐς Λιβύην διέπλευσε καὶ τοῖς Λιβύων βασιλεῦσι πολεμοῦσιν ἀλλήλοις ἀνὰ μέρος συνεμάχει. ἀεὶ δὲ οἷς προσθοῖτο νικώντων, Σίττιος ἐπὶ ὀνόματος ἐγίγνετο, καὶ στρατὸς αὐτῷ γεγύμναστο λαμπρῶς. Γαΐῳ τε Καίσαρι διώκοντι τοὺς Πομπηιανοὺς ἐν Λιβύῃ συνεμάχησε, καὶ Σαβόρραν, Ἰόβα στρατηγὸν διώνυμον, ἀνεῖλε καὶ γέρας τούτων ἔλαβε παρὰ Καίσαρος τὴν Μασανάσσου γῆν, οὐχ ἅπασαν, ἀλλὰ τὸ κράτιστον αὐτῆς. Μασανάσσης δ᾽ ἦν Ἀραβίωνος τοῦδε πατήρ, Ἰόβα σύμμαχος, καὶ αὐτοῦ τὴν χώραν Καῖσαρ τῷδε τῷ Σιττίῳ καὶ Βόκχῳ, Μαυρουσίων βασιλεῖ, δεδώρητο: καὶ τὸ μέρος Σίττιος τοῖς ὑπ᾽ αὐτὸν ἀνδράσιν ἐπιδιεῖλεν. Ἀραβίων δὲ τότε μὲν ἐς Ἰβηρίαν ἐξέφυγε πρὸς τοὺς παῖδας τοὺς Πομπηίου, Γαΐου δὲ Καίσαρος ἀναιρεθέντος ἐς Λιβύην ἐπανῆλθε, καὶ Λιβύων τινὰς ἀεὶ τῷ νεωτέρῳ Πομπηίῳ πέμπων ἐς Ἰβηρίαν καὶ γεγυμνασμένους ἀπολαμβάνων Βόκχον ἀφῄρητο τὴν. χώραν καὶ Σίττιον ἀνῃρήκει δόλῳ. εὔνους δὲ ὢν τοῖς Πομπηιανοῖς διὰ τάδε, κατεγίνωσκεν ἀεὶ τῆς μοίρας ὡς ἀτυχούσης ἀμειλίκτως καὶ Σεξστίῳ προσέθετο, εὐμενιζόμενος δι᾽ αὐτοῦ Καίσαρα. προσέθεντο δὲ καὶ οἱ Σιττιανοί, κατ᾽ εὔνοιαν οἵδε πατρῴαν τοῦ Καίσαρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: