previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[137] ἐν τούτῳ δὲ Φούρνιος, τῆς Ἀσίας ἡγούμενος Ἀντωνίῳ, τὸν Πομπήιον ἐλθόντα μὲν καὶ ἀτρεμοῦντα ἐδέχετο, οὔτε κωλύειν ἀξιόμαχος ὢν οὔτε πω τὴν γνώμην εἰδὼς τὴν Ἀντωνίου: γυμνάζοντα δὲ τὸν στρατὸν ὁρῶν κατέλεγέ τινας ἐκ τῶν ὑπηκόων καὶ Ἀηνόβαρβον ἄρχοντα γείτονος στρατοῦ καὶ Ἀμύνταν ἑτέρωθεν ἐκάλει κατὰ σπουδήν. συνελθόντων δ᾽ ὀξέως, Πομπήιος ἐμέμφετο, εἰ πολέμιον ἡγοῦνται τὸν πρέσβεις ἐς Ἀντώνιον ἀπεσταλκότα καὶ τὰ παρ᾽ ἐκείνου περιμένοντα. καὶ ταῦτα λέγων Ἀηνόβαρβον ὅμως ἐπενόει συλλαβεῖν ἐκ προδοσίας Κουρίου τινὸς τῶν ἀμφὶ τὸν Ἀηνόβαρβον, ἐλπίζων ἐς ἀντίδοσιν αὑτοῦ μεγάλην ἕξειν μοῖραν Ἀηνόβαρβον. γνωσθείσης δ᾽ οὖν τῆς προδοσίας, Κούριος μὲν ἐν τοῖς παροῦσι Ῥωμαίων ἐλεγχθεὶς ἀπέθανε, Πομπήιος δὲ Θεόδωρον ἐξελεύθερον, ὃς μόνος οἱ συνῄδει τὸ βούλευμα, ὡς ἐξειπόντα ἔκτεινεν. οὐκέτι δὲ τοὺς ἀμφὶ τὸν Φούρνιον λήσειν ἐλπίσας, Λάμψακον ἐκ προδοσίας κατέλαβεν, πολλοὺς εἶχεν Ἰταλοὺς ἐξ ἐποικίσεως Γαΐου Καίσαρος, καὶ μισθοῖς μεγάλοις εὐθὺς ἐστράτευε τοὺς Ἰταλούς. ἤδη δὲ ἔχων ἱππέας τε διακοσίους καὶ πεζοὺς τρία τέλη, ἐπεχείρησε Κυζίκῳ κατά τε γῆν καὶ διὰ θαλάσσης. οἱ δὲ αὐτὸν ἑκατέρωθεν ἀπεκρούσαντο: καὶ γάρ τις ἦν ἐν τῇ Κυζίκῳ στρατὸς οὐ πολὺς Ἀντωνίῳ, φύλακες τῶν ἐκεῖ τρεφομένων αὐτῷ μονομάχων. ἐς δὲ τὸν Ἀχαιῶν λιμένα ἐπανελθὼν ἐσιτολόγει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: