previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δ᾽ ἐν τῇ Καρχηδόνι τούτων μὲν οὐδὲν εἰδότες, συλλογιζόμενοι δὲ τὰς ἐν ταῖς πολιορκίαις χρείας, πληρώσαντες στρατιωτῶν πεντήκοντα ναῦς καὶ παρακαλέσαντες τοῖς ἁρμόζουσι λόγοις τῆς πράξεως τὸν ἐπὶ τούτοις τεταγμένον Ἀννίβαν, ὃς ἦν Ἀμίλκου μὲν υἱὸς τριήραρχος δὲ καὶ φίλος Ἀτάρβου πρῶτος, ἐξαπέστειλαν κατὰ σπουδήν, ἐντειλάμενοι μὴ καταμελλῆσαι, χρησάμενον δὲ σὺν καιρῷ τῇ τόλμῃ βοηθῆσαι τοῖς πολιορκουμένοις. [2] δ᾽ ἀναχθεὶς μετὰ μυρίων στρατιωτῶν καὶ καθορμισθεὶς ἐν ταῖς καλουμέναις Αἰγούσσαις, μεταξὺ δὲ κειμέναις Λιλυβαίου καὶ Καρχηδόνος, ἐπετήρει τὸν πλοῦν. λαβὼν δ᾽ οὔριον καὶ λαμπρὸν ἄνεμον, [3] ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατουρώσας ἐπ᾽ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθωπλισμένους καὶ πρὸς μάχην ἑτοίμους τοὺς ἄνδρας ἐπὶ τῶν καταστρωμάτων. [4] οἱ δὲ Ῥωμαῖοι τὰ μὲν αἰφνιδίου γενομένης τῆς ἐπιφανείας, τὰ δὲ φοβούμενοι μὴ σὺν τοῖς πολεμίοις ὑπὸ τῆς βίας τοῦ πνεύματος συγκατενεχθῶσιν εἰς τὸν λιμένα τῶν ὑπεναντίων, τὸ μὲν διακωλύειν τὸν ἐπίπλουν τῆς βοηθείας ἀπέγνωσαν, ἐπὶ δὲ τῆς θαλάττης ἔστησαν καταπεπληγμένοι τὴν τῶν πολεμίων τόλμαν. [5] τὸ δ᾽ ἐκ τῆς πόλεως πλῆθος ἡθροισμένον ἐπὶ τὰ τείχη πᾶν ἅμα μὲν ἠγωνία τὸ συμβησόμενον, ἅμα δ᾽ ἐπὶ τῷ παραδόξῳ τῆς ἐλπίδος ὑπερχαρὲς ὑπάρχον μετὰ κρότου καὶ κραυγῆς παρεκάλει τοὺς εἰσπλέοντας. [6] Ἀννίβας δὲ παραβόλως καὶ τεθαρρηκότως εἰσδραμὼν καὶ καθορμισθεὶς εἰς τὸν λιμένα μετ᾽ ἀσφαλείας ἀπεβίβασε τοὺς στρατιώτας. [7] οἱ δ᾽ ἐν τῇ πόλει πάντες οὐχ οὕτως ἦσαν ἐπὶ τῇ τῆς βοηθείας παρουσίᾳ περιχαρεῖς, καίπερ μεγάλην ἐλπίδα καὶ χεῖρα προσειληφότες, ὡς ἐπὶ τῷ μὴ τετολμηκέναι τοὺς Ῥωμαίους κωλῦσαι τὸν ἐπίπλουν τῶν Καρχηδο

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: