previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σκέψασθαι δὲ χρή, διὰ τίνα αἰτίην αὐτοῖσιν ταῦτα συνέβη. τῷ μέν, οἶμαι, μεμαθηκότι μονοσιτεῖν, ὅτι οὐκ ἀνέμεινεν τὸν χρόνον τὸν ἱκανόν, μέχρι αὐτοῦ κοιλίη τῶν τῇ προτεραίῃ προσενηνεγμένων σιτίων ἀπολαύσῃ τελέως καὶ ἐπικρατήσῃ καὶ λαπαχθῇ τε καὶ ἡσυχάσῃ, ἀλλ᾽ ἐπὶ [p. 32] ζέουσάν τε καὶ ἐζυμωμένην καινὰ ἐπεσηνέγκατο. αἱ δὲ τοιαῦται κοιλίαι πολλῷ τε βραδύτερον πέσσουσι καὶ πλείονος δέονται ἀναπαύσιός τε καὶ [10] ἡσυχίης. δὲ μεμαθηκὼς ἀριστίζεσθαι, διότι, ἐπειδὴ τάχιστα ἐδεήθη τὸ σῶμα τροφῆς καὶ τὰ πρότερα κατανάλωτο καὶ οὐκ εἶχεν οὐδεμίαν ἀπόλαυσιν, οὐκ εὐθέως αὐτῷ προσεγένετο καινὴ τροφή, φθίνει δὴ καὶ συντήκεται ὑπὸ λιμοῦ. πάντα γάρ, λέγω πάσχειν τὸν τοιοῦτον ἄνθρωπον, λιμῷ ἀνατίθημι. φημὶ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας, οἵτινες ἂν ὑγιαίνοντες ἄσιτοι δύο ἡμέρας τρεῖς γένωνται, ταῦτα πείσεσθαι, οἷάπερ [19] ἐπὶ τῶν ἀναρίστων γενομένων εἴρηκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: