previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



δύο κύβων ἀριθμῶν δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί, καὶ κύβος πρὸς τὸν κύβον τριπλασίονα λόγον ἔχει ἤπερ πλευρὰ πρὸς τὴν πλευράν.

ἔστωσαν κύβοι ἀριθμοὶ οἱ Α, Β καὶ τοῦ μὲν Α πλευρὰ
5ἔστω Γ, τοῦ δὲ Β Δ: λέγω, ὅτι τῶν Α, Β δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί, καὶ Α πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ Γ πρὸς τὸν Δ.

γὰρ Γ ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Ε ποιείτω, τὸν δὲ Δ πολλαπλασιάσας τὸν Ζ ποιείτω, δὲ Δ ἑαυτὸν
10πολλαπλασιάσας τὸν Η ποιείτω, ἑκάτερος δὲ τῶν Γ, Δ τὸν Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Θ, Κ ποιείτω.

καὶ ἐπεὶ κύβος ἐστὶν Α, πλευρὰ δὲ αὐτοῦ Γ, καὶ Γ ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, Γ ἄρα ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, τὸν δὲ Ε
15πολλαπλασιάσας τὸν Α πεποίηκεν. διὰ τὰ αὐτὰ δὴ καὶ Δ ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Η πεποίηκεν, τὸν δὲ Η πολλαπλασιάσας τὸν Β πεποίηκεν. καὶ ἐπεὶ Γ ἑκάτερον τῶν Γ, Δ πολλαπλασιάσας ἑκάτερον τῶν Ε, Ζ πεποίηκεν, ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Δ, οὕτως Ε πρὸς τὸν Ζ.
20διὰ τὰ αὐτὰ δὴ καὶ ὡς Γ πρὸς τὸν Δ, οὕτως Ζ πρὸς τὸν Η. πάλιν, ἐπεὶ Γ ἑκάτερον τῶν Ε, Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Α, Θ πεποίηκεν, ἔστιν ἄρα ὡς Ε πρὸς τὸν Ζ, οὕτως Α πρὸς τὸν Θ. ὡς δὲ Ε πρὸς τὸν Ζ, οὕτως Γ πρὸς τὸν Δ: καὶ ὡς ἄρα Γ πρὸς τὸν Δ, οὕτως
25 Α πρὸς τὸν Θ. πάλιν, ἐπεὶ ἑκάτερος τῶν Γ, Δ τὸν Ζ πολλαπλασιάσας ἑκάτερον τῶν Θ, Κ πεποίηκεν, ἔστιν ἄρα ὡς Γ πρὸς τὸν Δ, οὕτως Θ πρὸς τὸν Κ. πάλιν, ἐπεὶ Δ ἑκάτερον τῶν Ζ, Η πολλαπλασιάσας ἑκάτερον τῶν Κ, Β πεποίηκεν, ἔστιν ἄρα ὡς Ζ πρὸς τὸν Η, οὕτως
30 Κ πρὸς τὸν Β. ὡς δὲ Ζ πρὸς τὸν Η, οὕτως Γ πρὸς τὸν Δ: καὶ ὡς ἄρα Γ πρὸς τὸν Δ, οὕτως τε Α πρὸς τὸν Θ καὶ Θ πρὸς τὸν Κ καὶ Κ πρὸς τὸν Β. τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογόν εἰσιν οἱ Θ, Κ.

λέγω δή, ὅτι καὶ Α πρὸς τὸν Β τριπλασίονα λόγον
35ἔχει ἤπερ Γ πρὸς τὸν Δ. ἐπεὶ γὰρ τέσσαρες ἀριθμοὶ ἀνάλογόν εἰσιν οἱ Α, Θ, Κ, Β, Α ἄρα πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ Α πρὸς τὸν Θ. ὡς δὲ Α πρὸς τὸν Θ, οὕτως Γ πρὸς τὸν Δ: καὶ Α ἄρα πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ Γ πρὸς τὸν Δ. ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: