previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



ἐὰν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ὦσιν, καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου αὐτῶν καὶ
5μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.

ἔστωσαν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους οἱ Α, Β καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπιπτέτωσαν οἱ Γ, Δ, καὶ ἐκκείσθω Ε μονάς: λέγω, ὅτι ὅσοι εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν
10ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου τῶν Α, Β καὶ τῆς μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται.

εἰλήφθωσαν γὰρ δύο μὲν ἀριθμοὶ ἐλάχιστοι ἐν τῷ τῶν Α, Γ, Δ, Β λόγῳ ὄντες οἱ Ζ, Η, τρεῖς δὲ οἱ Θ, Κ, Λ, καὶ ἀεὶ ἑξῆς ἑνὶ πλείους, ἕως ἂν ἴσον γένηται τὸ πλῆθος
15αὐτῶν τῷ πλήθει τῶν Α, Γ, Δ, Β. εἰλήφθωσαν, καὶ ἔστωσαν οἱ Μ, Ν, Ξ, Ο. φανερὸν δή, ὅτι μὲν Ζ ἑαυτὸν πολλαπλασιάσας τὸν Θ πεποίηκεν, τὸν δὲ Θ πολλαπλασιάσας τὸν Μ πεποίηκεν, καὶ Η ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Λ πεποίηκεν, τὸν δὲ Λ πολλαπλασιάσας τὸν Ο
20πεποίηκεν. καὶ ἐπεὶ οἱ Μ, Ν, Ξ, Ο ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Ζ, Η, εἰσὶ δὲ καὶ οἱ Α, Γ, Δ, Β ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Ζ, Η, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν Μ, Ν, Ξ, Ο τῷ πλήθει τῶν Α, Γ, Δ, Β, ἕκαστος ἄρα τῶν Μ, Ν, Ξ, Ο ἑκάστῳ τῶν Α, Γ, Δ, Β
25ἴσος ἐστίν: ἴσος ἄρα ἐστὶν μὲν Μ τῷ Α, δὲ Ο τῷ Β. καὶ ἐπεὶ Ζ ἑαυτὸν πολλαπλασιάσας τὸν Θ πεποίηκεν, Ζ ἄρα τὸν Θ μετρεῖ κατὰ τὰς ἐν τῷ Ζ μονάδας. μετρεῖ δὲ καὶ Ε μονὰς τὸν Ζ κατὰ τὰς ἐν αὐτῷ μονάδας: ἰσάκις ἄρα Ε μονὰς τὸν Ζ ἀριθμὸν μετρεῖ καὶ Ζ τὸν Θ.
30ἔστιν ἄρα ὡς Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως Ζ πρὸς τὸν Θ. πάλιν, ἐπεὶ Ζ τὸν Θ πολλαπλασιάσας τὸν Μ πεποίηκεν, Θ ἄρα τὸν Μ μετρεῖ κατὰ τὰς ἐν τῷ Ζ μονάδας. μετρεῖ δὲ καὶ Ε μονὰς τὸν Ζ ἀριθμὸν κατὰ τὰς ἐν αὐτῷ μονάδας: ἰσάκις ἄρα Ε μονὰς τὸν Ζ
35ἀριθμὸν μετρεῖ καὶ Θ τὸν Μ. ἔστιν ἄρα ὡς Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως Θ πρὸς τὸν Μ. ἐδείχθη δὲ καὶ ὡς Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως Ζ πρὸς τὸν Θ: καὶ ὡς ἄρα Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως Ζ πρὸς τὸν Θ καὶ Θ πρὸς τὸν Μ. ἴσος δὲ Μ τῷ Α:
40ἔστιν ἄρα ὡς Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως Ζ πρὸς τὸν Θ καὶ Θ πρὸς τὸν Α. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς Ε μονὰς πρὸς τὸν Η ἀριθμόν, οὕτως Η πρὸς τὸν Λ καὶ Λ πρὸς τὸν Β. ὅσοι ἄρα εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ
45ἑκατέρου τῶν Α, Β καὶ μονάδος τῆς Ε μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί: ὅπερ ἔδει δεῖξαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas L. Heath, Sir Thomas Little Heath, 1956)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: