previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[715α] αὐτῶν τοῦτο, καὶ ἔφαμέν που κατὰ φύσιν τὸν Πίνδαρον ἄγειν δικαιοῦντα τὸ βιαιότατον, ὡς φάναι.

Κλεινίας
ναί, ταῦτ᾽ ἦν τότε ἐλέχθη.

Ἀθηναῖος
σκόπει δὴ ποτέροις τισὶν πόλις ἡμῖν ἐστιν παραδοτέα. γέγονεν γὰρ δὴ μυριάκις ἤδη τὸ τοιοῦτον ἔν τισι πόλεσιν.

Κλεινίας
τὸ ποῖον;

Ἀθηναῖος
ἀρχῶν περιμαχήτων γενομένων, οἱ νικήσαντες τά τε πράγματα κατὰ τὴν πόλιν οὕτως ἐσφετέρισαν σφόδρα, ὥστε ἀρχῆς μηδ᾽ ὁτιοῦν μεταδιδόναι τοῖς ἡττηθεῖσιν, μήτε αὐτοῖς μήτε ἐκγόνοις, παραφυλάττοντες δὲ ἀλλήλους ζῶσιν, [715β] ὅπως μή ποτέ τις εἰς ἀρχὴν ἀφικόμενος ἐπαναστῇ μεμνημένος τῶν ἔμπροσθεν γεγονότων κακῶν. ταύτας δήπου φαμὲν ἡμεῖς νῦν οὔτ᾽ εἶναι πολιτείας, οὔτ᾽ ὀρθοὺς νόμους ὅσοι μὴ συμπάσης τῆς πόλεως ἕνεκα τοῦ κοινοῦ ἐτέθησαν: οἳ δ᾽ ἕνεκά τινων, στασιώτας ἀλλ᾽ οὐ πολίτας τούτους φαμέν, καὶ τὰ τούτων δίκαια φασιν εἶναι, μάτην εἰρῆσθαι. λέγεται δὲ τοῦδ᾽ ἕνεκα ταῦθ᾽ ἡμῖν, ὡς ἡμεῖς τῇ σῇ πόλει ἀρχὰς οὔθ᾽ ὅτι πλούσιός ἐστίν τις δώσομεν, οὔθ᾽ ὅτι τῶν [715ξ] τοιούτων ἄλλο οὐδὲν κεκτημένος, ἰσχὺν μέγεθος τι γένος: ὃς δ᾽ ἂν τοῖς τεθεῖσι νόμοις εὐπειθέστατός τε καὶ νικᾷ ταύτην τὴν νίκην ἐν τῇ πόλει, τούτῳ φαμὲν καὶ τὴν τῶν θεῶν ὑπηρεσίαν δοτέον εἶναι τὴν μεγίστην τῷ πρώτῳ, καὶ δευτέραν τῷ τὰ δεύτερα κρατοῦντι, καὶ κατὰ λόγον οὕτω τοῖς ἐφεξῆς τὰ μετὰ ταῦθ᾽ ἕκαστα ἀποδοτέον εἶναι. τοὺς δ᾽ ἄρχοντας λεγομένους νῦν ὑπηρέτας τοῖς νόμοις ἐκάλεσα [715δ] οὔτι καινοτομίας ὀνομάτων ἕνεκα, ἀλλ᾽ ἡγοῦμαι παντὸς μᾶλλον εἶναι παρὰ τοῦτο σωτηρίαν τε πόλει καὶ τοὐναντίον. ἐν μὲν γὰρ ἂν ἀρχόμενος καὶ ἄκυρος νόμος, φθορὰν ὁρῶ τῇ τοιαύτῃ ἑτοίμην οὖσαν: ἐν δὲ ἂν δεσπότης τῶν ἀρχόντων, οἱ δὲ ἄρχοντες δοῦλοι τοῦ νόμου, σωτηρίαν καὶ πάντα ὅσα θεοὶ πόλεσιν ἔδοσαν ἀγαθὰ γιγνόμενα καθορῶ.

Κλεινίας
ναὶ μὰ Δία, ξένε: καθ᾽ ἡλικίαν γὰρ ὀξὺ βλέπεις.

Ἀθηναῖος
νέος μὲν γὰρ ὢν πᾶς ἄνθρωπος τὰ τοιαῦτα ἀμβλύτατα [715ε] αὐτὸς αὑτοῦ ὁρᾷ, γέρων δὲ ὀξύτατα.

Κλεινίας
ἀληθέστατα.

Ἀθηναῖος
τί δὴ τὸ μετὰ ταῦτα; ἆρ᾽ οὐχ ἥκοντας μὲν καὶ παρόντας θῶμεν τοὺς ἐποίκους, τὸν δ᾽ ἑξῆς αὐτοῖς διαπεραντέον ἂν εἴη λόγον;

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
ἄνδρεςτοίνυν φῶμεν πρὸς αὐτούς, ‘ μὲν δὴ θεός, ὥσπερ καὶ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: