previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[340α]

ναὶ μὰ Δί᾽, ἔφη, Σώκρατες, Πολέμαρχος, σαφέστατά γε.

ἐὰν σύ γ᾽, ἔφη, αὐτῷ μαρτυρήσῃς, Κλειτοφῶν ὑπολαβών.

καὶ τί, ἔφη, δεῖται μάρτυρος; αὐτὸς γὰρ Θρασύμαχος ὁμολογεῖ τοὺς μὲν ἄρχοντας ἐνίοτε ἑαυτοῖς κακὰ προστάττειν, τοῖς δὲ δίκαιον εἶναι ταῦτα ποιεῖν.

τὸ γὰρ τὰ κελευόμενα ποιεῖν, Πολέμαρχε, ὑπὸ τῶν ἀρχόντων δίκαιον εἶναι ἔθετο Θρασύμαχος.

καὶ γὰρ τὸ τοῦ κρείττονος, Κλειτοφῶν, συμφέρον [340β] δίκαιον εἶναι ἔθετο. ταῦτα δὲ ἀμφότερα θέμενος ὡμολόγησεν αὖ ἐνίοτε τοὺς κρείττους τὰ αὑτοῖς ἀσύμφορα κελεύειν τοὺς ἥττους τε καὶ ἀρχομένους ποιεῖν. ἐκ δὲ τούτων τῶν ὁμολογιῶν οὐδὲν μᾶλλον τὸ τοῦ κρείττονος συμφέρον δίκαιον ἂν εἴη τὸ μὴ συμφέρον.

ἀλλ᾽, ἔφη Κλειτοφῶν, τὸ τοῦ κρείττονος συμφέρον ἔλεγεν ἡγοῖτο κρείττων αὑτῷ συμφέρειν: τοῦτο ποιητέον εἶναι τῷ ἥττονι, καὶ τὸ δίκαιον τοῦτο ἐτίθετο.

ἀλλ᾽ οὐχ οὕτως, δ᾽ ὃς Πολέμαρχος, ἐλέγετο. [340ξ]

οὐδέν, ἦν δ᾽ ἐγώ, Πολέμαρχε, διαφέρει, ἀλλ᾽ εἰ νῦν οὕτω λέγει Θρασύμαχος, οὕτως αὐτοῦ ἀποδεχώμεθα. καί μοι εἰπέ, Θρασύμαχε: τοῦτο ἦν ἐβούλου λέγειν τὸ δίκαιον, τὸ τοῦ κρείττονος συμφέρον δοκοῦν εἶναι τῷ κρείττονι, ἐάντε συμφέρῃ ἐάντε μή; οὕτω σε φῶμεν λέγειν;

ἥκιστά γε, ἔφη: ἀλλὰ κρείττω με οἴει καλεῖν τὸν ἐξαμαρτάνοντα ὅταν ἐξαμαρτάνῃ;

ἔγωγε, εἶπον, ᾤμην σε τοῦτο λέγειν ὅτε τοὺς ἄρχοντας ὡμολόγεις οὐκ ἀναμαρτήτους εἶναι ἀλλά τι καὶ ἐξαμαρτάνειν. [340δ]

συκοφάντης γὰρ εἶ, ἔφη, Σώκρατες, ἐν τοῖς λόγοις: ἐπεὶ αὐτίκα ἰατρὸν καλεῖς σὺ τὸν ἐξαμαρτάνοντα περὶ τοὺς κάμνοντας κατ᾽ αὐτὸ τοῦτο ἐξαμαρτάνει; λογιστικόν, ὃς ἂν ἐν λογισμῷ ἁμαρτάνῃ, τότε ὅταν ἁμαρτάνῃ, κατὰ ταύτην τὴν ἁμαρτίαν; ἀλλ᾽ οἶμαι λέγομεν τῷ ῥήματι οὕτως, ὅτι ἰατρὸς ἐξήμαρτεν καὶ λογιστὴς ἐξήμαρτεν καὶ γραμματιστής: τὸ δ᾽ οἶμαι ἕκαστος τούτων, καθ᾽ ὅσον τοῦτ᾽ ἔστιν [340ε] προσαγορεύομεν αὐτόν, οὐδέποτε ἁμαρτάνει: ὥστε κατὰ τὸν ἀκριβῆ λόγον, ἐπειδὴ καὶ σὺ ἀκριβολογῇ, οὐδεὶς τῶν δημιουργῶν ἁμαρτάνει. ἐπιλειπούσης γὰρ ἐπιστήμης ἁμαρτάνων ἁμαρτάνει, ἐν οὐκ ἔστι δημιουργός: ὥστε δημιουργὸς σοφὸς ἄρχων οὐδεὶς ἁμαρτάνει τότε ὅταν ἄρχων , ἀλλὰ πᾶς γ᾽ ἂν εἴποι ὅτι ἰατρὸς ἥμαρτεν καὶ ἄρχων ἥμαρτεν. τοιοῦτον οὖν δή σοι καὶ ἐμὲ ὑπόλαβε νυνδὴ ἀποκρίνεσθαι: τὸ δὲ ἀκριβέστατον ἐκεῖνο τυγχάνει ὄν, τὸν ἄρχοντα, καθ᾽

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: