previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[353α]

τί δέ; μαχαίρᾳ ἂν ἀμπέλου κλῆμα ἀποτέμοις καὶ σμίλῃ καὶ ἄλλοις πολλοῖς;

πῶς γὰρ οὔ;

ἀλλ᾽ οὐδενί γ᾽ ἂν οἶμαι οὕτω καλῶς ὡς δρεπάνῳ τῷ ἐπὶ τούτῳ ἐργασθέντι.

ἀληθῆ.

ἆρ᾽ οὖν οὐ τοῦτο τούτου ἔργον θήσομεν;

θήσομεν μὲν οὖν.

νῦν δὴ οἶμαι ἄμεινον ἂν μάθοις ἄρτι ἠρώτων, πυνθανόμενος εἰ οὐ τοῦτο ἑκάστου εἴη ἔργον ἂν μόνον τι κάλλιστα τῶν ἄλλων ἀπεργάζηται.

ἀλλά, ἔφη, μανθάνω τε καί μοι δοκεῖ τοῦτο ἑκάστου [353β] πράγματος ἔργον εἶναι.

εἶεν, ἦν δ᾽ ἐγώ. οὐκοῦν καὶ ἀρετὴ δοκεῖ σοι εἶναι ἑκάστῳ ᾧπερ καὶ ἔργον τι προστέτακται; ἴωμεν δὲ ἐπὶ τὰ αὐτὰ πάλιν: ὀφθαλμῶν, φαμέν, ἔστι τι ἔργον;

ἔστιν.

ἆρ᾽ οὖν καὶ ἀρετὴ ὀφθαλμῶν ἔστιν;

καὶ ἀρετή.

τί δέ; ὤτων ἦν τι ἔργον;

ναί.

οὐκοῦν καὶ ἀρετή;

καὶ ἀρετή.

τί δὲ πάντων πέρι τῶν ἄλλων; οὐχ οὕτω;

οὕτω.

ἔχε δή: ἆρ᾽ ἄν ποτε ὄμματα τὸ αὑτῶν ἔργον καλῶς [353ξ] ἀπεργάσαιντο μὴ ἔχοντα τὴν αὑτῶν οἰκείαν ἀρετήν, ἀλλ᾽ ἀντὶ τῆς ἀρετῆς κακίαν;

καὶ πῶς ἄν; ἔφη: τυφλότητα γὰρ ἴσως λέγεις ἀντὶ τῆς ὄψεως.

ἥτις, ἦν δ᾽ ἐγώ, αὐτῶν ἀρετή: οὐ γάρ πω τοῦτο ἐρωτῶ, ἀλλ᾽ εἰ τῇ οἰκείᾳ μὲν ἀρετῇ τὸ αὑτῶν ἔργον εὖ ἐργάσεται τὰ ἐργαζόμενα, κακίᾳ δὲ κακῶς.

ἀληθές, ἔφη, τοῦτό γε λέγεις.

οὐκοῦν καὶ ὦτα στερόμενα τῆς αὑτῶν ἀρετῆς κακῶς τὸ αὑτῶν ἔργον ἀπεργάσεται;

πάνυ γε. [353δ]

τίθεμεν οὖν καὶ τἆλλα πάντα εἰς τὸν αὐτὸν λόγον;

ἔμοιγε δοκεῖ.

ἴθι δή, μετὰ ταῦτα τόδε σκέψαι. ψυχῆς ἔστιν τι ἔργον ἄλλῳ τῶν ὄντων οὐδ᾽ ἂν ἑνὶ πράξαις, οἷον τὸ τοιόνδε: τὸ ἐπιμελεῖσθαι καὶ ἄρχειν καὶ βουλεύεσθαι καὶ τὰ τοιαῦτα πάντα, ἔσθ᾽ ὅτῳ ἄλλῳ ψυχῇ δικαίως ἂν αὐτὰ ἀποδοῖμεν καὶ φαῖμεν ἴδια ἐκείνης εἶναι;

οὐδενὶ ἄλλῳ.

τί δ᾽ αὖ τὸ ζῆν; οὐ ψυχῆς φήσομεν ἔργον εἶναι;

μάλιστά γ᾽, ἔφη.

οὐκοῦν καὶ ἀρετήν φαμέν τινα ψυχῆς εἶναι;

φαμέν. [353ε]

ἆρ᾽ οὖν ποτε, Θρασύμαχε, ψυχὴ τὰ αὑτῆς ἔργα εὖ ἀπεργάσεται στερομένη τῆς οἰκείας ἀρετῆς, ἀδύνατον;

ἀδύνατον.

ἀνάγκη ἄρα κακῇ ψυχῇ κακῶς ἄρχειν καὶ ἐπιμελεῖσθαι, τῇ δὲ ἀγαθῇ πάντα ταῦτα εὖ πράττειν.

ἀνάγκη.

οὐκοῦν ἀρετήν γε συνεχωρήσαμεν ψυχῆς εἶναι δικαιοσύνην, κακίαν δὲ ἀδικίαν;

συνεχωρήσαμεν γάρ.

μὲν ἄρα δικαία ψυχὴ καὶ δίκαιος ἀνὴρ εὖ βιώσεται, κακῶς δὲ ἄδικος.

φαίνεται, ἔφη, κατὰ τὸν σὸν λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: