previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[422α]

πλοῦτός τε, ἦν δ᾽ ἐγώ, καὶ πενία: ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δὲ ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.

πάνυ μὲν οὖν, ἔφη. τόδε μέντοι, Σώκρατες, σκόπει, πῶς ἡμῖν πόλις οἵα τ᾽ ἔσται πολεμεῖν, ἐπειδὰν χρήματα μὴ κεκτημένη , ἄλλως τε κἂν πρὸς μεγάλην τε καὶ πλουσίαν ἀναγκασθῇ πολεμεῖν.

δῆλον, ἦν δ᾽ ἐγώ, ὅτι πρὸς μὲν μίαν χαλεπώτερον, [422β] πρὸς δὲ δύο τοιαύτας ῥᾷον.

πῶς εἶπες; δ᾽ ὅς.

πρῶτον μέν που, εἶπον, ἐὰν δέῃ μάχεσθαι, ἆρα οὐ πλουσίοις ἀνδράσι μαχοῦνται αὐτοὶ ὄντες πολέμου ἀθληταί;

ναὶ τοῦτό γε, ἔφη.

τί οὖν, ἦν δ᾽ ἐγώ, Ἀδείμαντε; εἷς πύκτης ὡς οἷόν τε κάλλιστα ἐπὶ τοῦτο παρεσκευασμένος δυοῖν μὴ πύκταιν, πλουσίοιν δὲ καὶ πιόνοιν, οὐκ ἂν δοκεῖ σοι ῥᾳδίως μάχεσθαι;

οὐκ ἂν ἴσως, ἔφη, ἅμα γε.

οὐδ᾽ εἰ ἐξείη, ἦν δ᾽ ἐγώ, ὑποφεύγοντι τὸν πρότερον ἀεὶ [422ξ] προσφερόμενον ἀναστρέφοντα κρούειν, καὶ τοῦτο ποιοῖ πολλάκις ἐν ἡλίῳ τε καὶ πνίγει; ἆρά γε οὐ καὶ πλείους χειρώσαιτ᾽ ἂν τοιούτους τοιοῦτος;

ἀμέλει, ἔφη, οὐδὲν ἂν γένοιτο θαυμαστόν.

ἀλλ᾽ οὐκ οἴει πυκτικῆς πλέον μετέχειν τοὺς πλουσίους ἐπιστήμῃ τε καὶ ἐμπειρίᾳ πολεμικῆς;

ἔγωγ᾽, ἔφη.

ῥᾳδίως ἄρα ἡμῖν οἱ ἀθληταὶ ἐκ τῶν εἰκότων διπλασίοις τε καὶ τριπλασίοις αὑτῶν μαχοῦνται.

συγχωρήσομαί σοι, ἔφη: δοκεῖς γάρ μοι ὀρθῶς λέγειν. [422δ]

τί δ᾽ ἂν πρεσβείαν πέμψαντες εἰς τὴν ἑτέραν πόλιν τἀληθῆ εἴπωσιν, ὅτιἡμεῖς μὲν οὐδὲν χρυσίῳ οὐδ᾽ ἀργυρίῳ χρώμεθα, οὐδ᾽ ἡμῖν θέμις, ὑμῖν δέ: συμπολεμήσαντες οὖν μεθ᾽ ἡμῶν ἔχετε τὰ τῶν ἑτέρων;’ οἴει τινὰς ἀκούσαντας ταῦτα αἱρήσεσθαι κυσὶ πολεμεῖν στερεοῖς τε καὶ ἰσχνοῖς μᾶλλον μετὰ κυνῶν προβάτοις πίοσί τε καὶ ἁπαλοῖς;

οὔ μοι δοκεῖ. ἀλλ᾽ ἐὰν εἰς μίαν, ἔφη, πόλιν συναθροισθῇ [422ε] τὰ τῶν ἄλλων χρήματα, ὅρα μὴ κίνδυνον φέρῃ τῇ μὴ πλουτούσῃ.

εὐδαίμων εἶ, ἦν δ᾽ ἐγώ, ὅτι οἴει ἄξιον εἶναι ἄλλην τινὰ προσειπεῖν πόλιν τὴν τοιαύτην οἵαν ἡμεῖς κατεσκευάζομεν.

ἀλλὰ τί μήν; ἔφη.

μειζόνως, ἦν δ᾽ ἐγώ, χρὴ προσαγορεύειν τὰς ἄλλας: ἑκάστη γὰρ αὐτῶν πόλεις εἰσὶ πάμπολλαι ἀλλ᾽ οὐ πόλις, τὸ τῶν παιζόντων. δύο μέν, κἂν ὁτιοῦν , πολεμία ἀλλήλαις,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: