previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[435α] τάχ᾽ ἂν παρ᾽ ἄλληλα σκοποῦντες καὶ τρίβοντες, ὥσπερ ἐκ πυρείων ἐκλάμψαι ποιήσαιμεν τὴν δικαιοσύνην: καὶ φανερὰν γενομένην βεβαιωσόμεθα αὐτὴν παρ᾽ ἡμῖν αὐτοῖς.

ἀλλ᾽, ἔφη, καθ᾽ ὁδόν τε λέγεις καὶ ποιεῖν χρὴ οὕτως.

ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, γε ταὐτὸν ἄν τις προσείποι μεῖζόν τε καὶ ἔλαττον, ἀνόμοιον τυγχάνει ὂν ταύτῃ ταὐτὸν προσαγορεύεται, ὅμοιον;

ὅμοιον, ἔφη. [435β]

καὶ δίκαιος ἄρα ἀνὴρ δικαίας πόλεως κατ᾽ αὐτὸ τὸ τῆς δικαιοσύνης εἶδος οὐδὲν διοίσει, ἀλλ᾽ ὅμοιος ἔσται.

ὅμοιος, ἔφη.

ἀλλὰ μέντοι πόλις γε ἔδοξεν εἶναι δικαία ὅτε ἐν αὐτῇ τριττὰ γένη φύσεων ἐνόντα τὸ αὑτῶν ἕκαστον ἔπραττεν, σώφρων δὲ αὖ καὶ ἀνδρεία καὶ σοφὴ διὰ τῶν αὐτῶν τούτων γενῶν ἄλλ᾽ ἄττα πάθη τε καὶ ἕξεις.

ἀληθῆ, ἔφη.

καὶ τὸν ἕνα ἄρα, φίλε, οὕτως ἀξιώσομεν, τὰ αὐτὰ ταῦτα [435ξ] εἴδη ἐν τῇ αὑτοῦ ψυχῇ ἔχοντα, διὰ τὰ αὐτὰ πάθη ἐκείνοις τῶν αὐτῶν ὀνομάτων ὀρθῶς ἀξιοῦσθαι τῇ πόλει.

πᾶσα ἀνάγκη, ἔφη.

εἰς φαῦλόν γε αὖ, ἦν δ᾽ ἐγώ, θαυμάσιε, σκέμμα ἐμπεπτώκαμεν περὶ ψυχῆς, εἴτε ἔχει τὰ τρία εἴδη ταῦτα ἐν αὑτῇ εἴτε μή.

οὐ πάνυ μοι δοκοῦμεν, ἔφη, εἰς φαῦλον: ἴσως γάρ, Σώκρατες, τὸ λεγόμενον ἀληθές, ὅτι χαλεπὰ τὰ καλά.

φαίνεται, ἦν δ᾽ ἐγώ. καὶ εὖ γ᾽ ἴσθι, Γλαύκων, ὡς [435δ] ἐμὴ δόξα, ἀκριβῶς μὲν τοῦτο ἐκ τοιούτων μεθόδων, οἵαις νῦν ἐν τοῖς λόγοις χρώμεθα, οὐ μή ποτε λάβωμενἄλλη γὰρ μακροτέρα καὶ πλείων ὁδὸς ἐπὶ τοῦτο ἄγουσαἴσως μέντοι τῶν γε προειρημένων τε καὶ προεσκεμμένων ἀξίως.

οὐκοῦν ἀγαπητόν; ἔφη: ἐμοὶ μὲν γὰρ ἔν γε τῷ παρόντι ἱκανῶς ἂν ἔχοι.

ἀλλὰ μέντοι, εἶπον, ἔμοιγε καὶ πάνυ ἐξαρκέσει.

μὴ τοίνυν ἀποκάμῃς, ἔφη, ἀλλὰ σκόπει. [435ε]

ἆρ᾽ οὖν ἡμῖν, ἦν δ᾽ ἐγώ, πολλὴ ἀνάγκη ὁμολογεῖν ὅτι γε τὰ αὐτὰ ἐν ἑκάστῳ ἔνεστιν ἡμῶν εἴδη τε καὶ ἤθη ἅπερ ἐν τῇ πόλει; οὐ γάρ που ἄλλοθεν ἐκεῖσε ἀφῖκται. γελοῖον γὰρ ἂν εἴη εἴ τις οἰηθείη τὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐγγεγονέναι, οἳ δὴ καὶ ἔχουσι ταύτην τὴν αἰτίαν, οἷον οἱ κατὰ τὴν Θρᾴκην τε καὶ Σκυθικὴν καὶ σχεδόν τι κατὰ τὸν ἄνω τόπον, τὸ φιλομαθές, δὴ τὸν παρ᾽ ἡμῖν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: