previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[506α] οὕτω φῶμεν δεῖν ἐσκοτῶσθαι καὶ ἐκείνους τοὺς βελτίστους ἐν τῇ πόλει, οἷς πάντα ἐγχειριοῦμεν;

ἥκιστά γ᾽, ἔφη.

οἶμαι γοῦν, εἶπον, δίκαιά τε καὶ καλὰ ἀγνοούμενα ὅπῃ ποτὲ ἀγαθά ἐστιν, οὐ πολλοῦ τινος ἄξιον φύλακα κεκτῆσθαι ἂν ἑαυτῶν τὸν τοῦτο ἀγνοοῦντα: μαντεύομαι δὲ μηδένα αὐτὰ πρότερον γνώσεσθαι ἱκανῶς.

καλῶς γάρ, ἔφη, μαντεύῃ.

οὐκοῦν ἡμῖν πολιτεία τελέως κεκοσμήσεται, ἐὰν [506β] τοιοῦτος αὐτὴν ἐπισκοπῇ φύλαξ, τούτων ἐπιστήμων;

ἀνάγκη, ἔφη. ἀλλὰ σὺ δή, Σώκρατες, πότερον ἐπιστήμην τὸ ἀγαθὸν φῂς εἶναι ἡδονήν, ἄλλο τι παρὰ ταῦτα;

οὗτος, ἦν δ᾽ ἐγώ, ἀνήρ, καλῶς ἦσθα καὶ πάλαι καταφανὴς ὅτι σοι οὐκ ἀποχρήσοι τὸ τοῖς ἄλλοις δοκοῦν περὶ αὐτῶν.

οὐδὲ γὰρ δίκαιόν μοι, ἔφη, Σώκρατες, φαίνεται τὰ τῶν ἄλλων μὲν ἔχειν εἰπεῖν δόγματα, τὸ δ᾽ αὑτοῦ μή, τοσοῦτον [506ξ] χρόνον περὶ ταῦτα πραγματευόμενον.

τί δέ; ἦν δ᾽ ἐγώ: δοκεῖ σοι δίκαιον εἶναι περὶ ὧν τις μὴ οἶδεν λέγειν ὡς εἰδότα;

οὐδαμῶς γ᾽, ἔφη, ὡς εἰδότα, ὡς μέντοι οἰόμενον ταῦθ᾽ οἴεται ἐθέλειν λέγειν.

τί δέ; εἶπον: οὐκ ᾔσθησαι τὰς ἄνευ ἐπιστήμης δόξας, ὡς πᾶσαι αἰσχραί; ὧν αἱ βέλτισται τυφλαί δοκοῦσί τί σοι τυφλῶν διαφέρειν ὁδὸν ὀρθῶς πορευομένων οἱ ἄνευ νοῦ ἀληθές τι δοξάζοντες;

οὐδέν, ἔφη.

βούλει οὖν αἰσχρὰ θεάσασθαι, τυφλά τε καὶ σκολιά, ἐξὸν [506δ] παρ᾽ ἄλλων ἀκούειν φανά τε καὶ καλά;

μὴ πρὸς Διός, δ᾽ ὅς, Σώκρατες, Γλαύκων, ὥσπερ ἐπὶ τέλει ὢν ἀποστῇς. ἀρκέσει γὰρ ἡμῖν, κἂν ὥσπερ δικαιοσύνης πέρι καὶ σωφροσύνης καὶ τῶν ἄλλων διῆλθες, οὕτω καὶ περὶ τοῦ ἀγαθοῦ διέλθῃς.

καὶ γὰρ ἐμοί, ἦν δ᾽ ἐγώ, ἑταῖρε, καὶ μάλα ἀρκέσει: ἀλλ᾽ ὅπως μὴ οὐχ οἷός τ᾽ ἔσομαι, προθυμούμενος δὲ ἀσχημονῶν γέλωτα ὀφλήσω. ἀλλ᾽, μακάριοι, αὐτὸ μὲν τί ποτ᾽ [506ε] ἐστὶ τἀγαθὸν ἐάσωμεν τὸ νῦν εἶναιπλέον γάρ μοι φαίνεται κατὰ τὴν παροῦσαν ὁρμὴν ἐφικέσθαι τοῦ γε δοκοῦντος ἐμοὶ τὰ νῦνὃς δὲ ἔκγονός τε τοῦ ἀγαθοῦ φαίνεται καὶ ὁμοιότατος ἐκείνῳ, λέγειν ἐθέλω, εἰ καὶ ὑμῖν φίλον, εἰ δὲ μή, ἐᾶν.

ἀλλ᾽, ἔφη, λέγε: εἰς αὖθις γὰρ τοῦ πατρὸς ἀποτείσεις τὴν διήγησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: