previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰς δὲ τὴν Ῥώμην προσπεσόντων τούτων, καὶ μετὰ ταῦτα πλειόνων ἀναγγελλόντων διότι συμβαίνει τῶν ἀπὸ τοῦ στόλου πληρωμάτων τὸ πλεῖστον μέρος ἔν τε τοῖς ἔργοις καὶ τῇ καθόλου πολιορκίᾳ διεφθάρθαι, [2] σπουδῇ κατέγραφον ναύτας καὶ συναθροίσαντες εἰς μυρίους ἐξέπεμψαν εἰς τὴν Σικελίαν. [3] ὧν διὰ τοῦ πορθμοῦ περαιωθέντων καὶ πεζῇ παραγενομένων εἰς τὸ στρατόπεδον, συναγαγὼν τοὺς χιλιάρχους στρατηγὸς τῶν Ῥωμαίων Πόπλιος Κλαύδιος ἔφη καιρὸν εἶναι πλεῖν ἐπὶ τὰ Δρέπανα παντὶ τῷ στόλῳ. [4] τὸν γὰρ στρατηγὸν τῶν Καρχηδονίων Ἀτάρβαν τὸν τεταγμένον ἐπ᾽ αὐτῶν ἀπαράσκευον εἶναι πρὸς τὸ μέλλον, ἀγνοοῦντα μὲν τὴν παρουσίαν τῶν πληρωμάτων, πεπεισμένον δὲ μὴ δύνασθαι πλεῖν τὸν αὑτῶν στόλον διὰ τὴν γεγενημένην ἐν τῇ πολιορκίᾳ καταφθορὰν τῶν ἀνδρῶν. προχείρως δ᾽ αὐτῶν συγκατατιθεμένων, [5] εὐθέως ἐνεβίβαζε τά τε προϋπάρχοντα καὶ τὰ προσφάτως παραγεγονότα πληρώματα, τοὺς δ᾽ ἐπιβάτας ἐκ παντὸς ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους, ἅτε δὴ τοῦ μὲν πλοῦ σύνεγγυς ὄντος, τῆς δ᾽ ὠφελείας ἑτοίμου προφαινομένης. [6] ταῦτα δὲ παρασκευασάμενος ἀνήχθη περὶ μέσας νύκτας, λαθὼν τοὺς πολεμίους. καὶ τὰς μὲν ἀρχὰς ἅθρους ἔπλει, δεξιὰν ἔχων τὴν γῆν. [7] ἅμα δὲ τῷ φωτὶ τῶν πρώτων ἐπὶ τὰ Δρέπανα νεῶν ἐπιφαινομένων, κατιδὼν Ἀτάρβας τὸ μὲν πρῶτον ἐξενίσθη διὰ τὸ παράδοξον: [8] ταχὺ δ᾽ ἐν αὑτῷ γενόμενος καὶ νοήσας τὸν ἐπίπλουν τῶν ὑπεναντίων ἔκρινε παντὸς ἔργου πεῖραν λαμβάνειν καὶ πᾶν ὑπομένειν χάριν τοῦ μὴ περιιδεῖν σφᾶς εἰς πρόδηλον συγκλεισθέντας πολιορκίαν. [9] διόπερ εὐθέως τὰ μὲν πληρώματα συνῆγε πρὸς τὸν αἰγιαλόν, τοὺς δ᾽ ἐκ τῆς πόλεως μισθοφόρους ἥθροιζε μετὰ κηρύγματος. [10] τῶν δὲ συλλεχθέντων, ἐπεβάλετο διὰ βραχέων εἰς ἔννοιαν αὐτοὺς ἄγειν τῆς τε τοῦ νικᾶν ἐλπίδος, ἐὰν τολμήσωσι ναυμαχεῖν, καὶ τῆς ἐν τῇ πολιορκίᾳ δυσχρηστίας, ἐὰν καταμελλήσωσι προϊδόμενοι τὸν κίνδυνον. [11] ἑτοίμως δ᾽ αὐτῶν παρορμηθέντων πρὸς τὴν ναυμαχίαν καὶ βοώντων ἄγειν καὶ μὴ μέλλειν, ἐπαινέσας καὶ δεξάμενος τὴν ὁρμὴν παρήγγειλε κατὰ τάχος ἐμβαίνειν καὶ βλέποντας πρὸς τὴν αὑτοῦ ναῦν ἕπεσθαι ταύτῃ κατὰ πρύμναν. [12] διασαφήσας δὲ τὰ προειρημένα κατὰ σπουδὴν πρῶτος ἐποιεῖτο τὸν ἀνάπλουν, ὑπ᾽ αὐτὰς τὰς πέτρας ἐπὶ θάτερα μέρη τοῦ λιμένος ἐξάγων τοῦ τῶν πολεμίων εἴς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (4 total)
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: