next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Θρᾷκας Ἕλληνες ἡγοῦνται, τοὺς ἐς Ἴλιον μετὰ Ῥήσου στρατεύσαντας, Ῥήσου νυκτὸς ὑπὸ Διομήδους ἀναιρεθέντος ὃν τρόπον Ὅμηρος ἐν τοῖς ἔπεσι φράζει, φεύγοντας ἐπὶ τοῦ Πόντου τὸ στόμα, στενώτατός ἐστιν ἐς Θρᾴκην διάπλους, οἱ μὲν οὐκ ἐπιτυχόντας πλοίων τῇδε καταμεῖναι καὶ τῆς γῆς κρατῆσαι Βεβρυκίας λεγομένης, οἱ δὲ περάσαντας ὑπὲρ τὸ Βυζάντιον ἐς τὴν Θρᾳκῶν τῶν Βιθυνῶν λεγομένων παρὰ Βιθύαν ποταμὸν οἰκῆσαι, καὶ λιμῷ πιεσθέντας ἐς Βεβρυκίαν αὖθις ἐπανελθεῖν, καὶ Βιθυνίαν ἀντὶ Βεβρυκίας, ἀπὸ τοῦ ποταμοῦ παρ᾽ ὃν ᾤκουν, ὀνομάσαι, καὶ τὸ ὄνομα αὐτοῖς ἀλόγως σὺν χρόνῳ παρατραπῆναι, οὐκ ἐς πολὺ τῆς Βιθυνίας παρὰ τὴν Βεβρυκίαν διαφερούσης. ὧδε μὲν ἔνιοι νομίζουσιν, ἕτεροι δὲ Βίθυν ἄρξαι πρῶτον αὐτῶν, παῖδα Διός τε καὶ Θρᾴκης, οὓς ἐπωνύμους ἑκατέρᾳ γῇ γενέσθαι.

[2] τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας: τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίας ἦν κυνηγὸς ἐπίκλησιν, Περσεὺς Μακεδόνων βασιλεὺς τὴν ἀδελφὴν ἠγγύησεν. καὶ οὐ πολὺ ὕστερον Περσέως καὶ Ῥωμαίων ἐς χεῖρας ἐπ᾽ ἀλλήλους ἰόντων, Προυσίας οὐδετέροις συνεμάχει. Περσέως δ᾽ ἁλόντος ἀπήντησε τοῖς Ῥωμαίων στρατηγοῖς εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενος, καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένος καὶ πῖλον ἐπικείμενος, τρόπῳ τινὲς προΐασι τῶν ἐν διαθήκαις ἐλευθερωθέντων, αἰσχρὸς ὢν καὶ τἆλλα ὀφθῆναι καὶ βραχύς. ἐντυχὼν δ᾽ αὐτοῖς ἔφη ῥωμαϊστὶ τῷ ῥήματιῬωμαίων εἰμὶ λίβερτος,’ ὅπερ ἐστὶν ἀπελεύθερος. γέλωτα δὲ παρασχὼν ἐς Ῥώμην ἐπέμφθη, καὶ φανεὶς κἀνταῦθα γελοῖος ἔτυχε συγγνώμης.

[3] χρόνῳ δ᾽ ὕστερον Ἀττάλῳ τι χαλεπήνας, τῷ Βασιλεῖ τῆς Ἀσίας τῆς περὶ τὸ Πέργαμον, τὴν γῆν ἐδῄου τὴν Ἀσιάδα. μαθοῦσα δ᾽ Ῥωμαίων βουλὴ προσέπεμπε τῷ Προυσίᾳ μὴ πολεμεῖν Ἀττάλῳ, φίλῳ Ῥωμαίων ὄντι καὶ συμμάχῳ. καὶ δυσπειθῶς ἔτι ἔχοντι οἱ πρέσβεις μετ᾽ ἀνατάσεως προσέτασσον πείθεσθαι τοῖς ὑπὸ τῆς συγκλήτου λεγομένοις, καὶ ἥκειν μετὰ χιλίων ἱππέων ἔς τι μεθόριον ἐπὶ συνθήκαις, ἔνθα καὶ τὸν Ἄτταλον ἔφασαν περιμένειν μετὰ τοσῶνδε ἑτέρων. δ᾽ ὡς ὀλίγων τῶν σὺν Ἀττάλῳ καταφρονήσας, καὶ ἐλπίσας αὐτὸν ἐνεδρεύσειν, προύπεμπε τοὺς πρέσβεις ὡς μετὰ χιλίων ἑπόμενος, πάντα δ᾽ ἀναστήσας τὸν στρατὸν ἦγεν ὡς ἐς μάχην. Ἀττάλου δὲ καὶ τῶν πρέσβεων αἰσθομένων τε καὶ διαφυγόντων δυνατὸς αὐτῶν ἐγίγνετο ἕκαστος, δὲ καὶ τῶν σκευοφόρων τῶν Ῥωμαϊκῶν ὑπολειφθέντων ἥπτετο, καὶ χωρίον τι Νικηφόριον ἐξελὼν κατέσκαπτε, καὶ τοὺς ἐν αὐτῷ νεὼς ἐνεπίμπρη, Ἄτταλόν τε ἐς τὸ Πέργαμον συμφυγόντα ἐπολιόρκει, μέχρι καὶ τῶνδε οἱ Ῥωμαῖοι πυθόμενοι πρέσβεις ἑτέρους ἔπεμπον, οἳ τὸν Προυσίαν ἐκέλευον Ἀττάλῳ τὰς βλάβας ἀποτῖσαι. τότε οὖν καταπλαγεὶς Προυσίας ὑπήκουσε καὶ ἀνεχώρει. ποινὴν δὲ τῶν πρέσβεων ὁρισάντων αὐτὸν ἐσενεγκεῖν Ἀττάλῳ ναῦς καταφράκτους εἴκοσιν αὐτίκα καὶ ἀργυρίου σὺν χρόνῳ τάλαντα πεντακόσια, τάς τε ναῦς ἔδωκε καὶ τὰ χρήματα ἐν τῷ χρόνῳ συνέφερεν.

[4] ὄντι δ᾽ αὐτῷ διὰ μίσους τοῖς ὑπηκόοις ἐπὶ ὠμότητι χαλεπῇ, Νικομήδης υἱὸς ἦν, πάνυ τοῖς Βιθυνοῖς ἀρέσκων: ὅπερ Προυσίας ὑφορώμενος ἐς Ῥώμην αὐτὸν βιοῦν μετεστήσατο. καὶ μαθὼν εὐδοκιμοῦντα κἀκεῖ, προσέταξε τῆς βουλῆς δεηθῆναι τῶν ἔτι ὀφειλομένων Ἀττάλῳ χρημάτων αὐτὸν ἀπολῦσαι. Μηνᾶν τε αὐτῷ συμπρεσβεύσοντα ἔπεμπε: καὶ εἴρητο τῷ Μηνᾷ, εἰ μὲν ἐπιτύχοι τῆς ἀφέσεως τῶν χρημάτων, ἔτι φείδεσθαι τοῦ Νικομήδους, εἰ δὲ ἀποτύχοι, κτείνειν αὐτὸν ἐν Ῥώμῃ. κερκούρους τέ τινας ἐς τοῦτο συνέπεμψεν αὐτῷ, καὶ δισχιλίους στρατιώτας. δὲ τῆς μὲν ζημίας οὐκ ἀφεθείσης τῷ Προυσίᾳ Ἀ̔νδρόνικος γὰρ ἐπιπεμφθεὶς ἐς ἀντιλογίαν ὑπὸ Ἀττάλου τὴν ζημίαν ἀπέφαινεν ἐλάττονα τῆς ἁρπαγῆς᾿, τὸν δὲ Νικομήδη λόγου καὶ σπουδῆς ἄξιον ὁρῶν, ἠπόρητο, καὶ οὔτε κτείνειν αὐτὸν ὑφίστατο οὔτε αὐτὸς ἐς Βιθυνίαν ἐπανιέναι διὰ δέος. ὅμως δ᾽ αὐτῷ βραδύνοντι συνεὶς νεανίσκος ἐς λόγους ἦλθεν, ἐθέλοντι κἀκείνῳ. συνθέμενοι δ᾽ ἐπιβουλεῦσαι τῷ Προυσίᾳ, τὸν Ἀττάλου πρεσβευτὴν Ἀνδρόνικον ἐς τὸ ἔργον προσέλαβον, ἵνα τὸν Ἄτταλον πείσειε τὸν Νικομήδη καταγαγεῖν ἐς Βιθυνίαν. ἀναμείναντες δ᾽ ἀλλήλους ἐν τῇ Βερνίκῃ, πολισματίῳ τινὶ τῆς Ἠπείρου, νυκτὸς ἐσβάντες ἐς ναῦν τε δέοι ποιεῖν συνετίθεντο, καὶ διελύθησαν ἔτι νυκτός.

[5] ἅμα δ᾽ ἡμέρᾳ Νικομήδης μὲν ἐξέβαινε τῆς νεὼς πορφύραν τε βασιλικὴν ἠμφιεσμένος καὶ διάδημα ἐπικείμενος, Ἀνδρόνικος δ᾽ αὐτὸν ὑπαντιάσας τε καὶ βασιλέα προσειπὼν παρέπεμπε μετὰ στρατιωτῶν ὧν εἶχε πεντακοσίων. Μηνᾶς δὲ ὑποκρινόμενος τότε πρῶτον ᾐσθῆσθαι Νικομήδους παρόντος, ἐς τοὺς δισχιλίους διαδραμὼν ἐδυσφόρει. προϊὼν δὲ τῷ λόγῳ, ‘δύο,’ ἔφη, ‘βασιλέοιν, τοῦ μὲν ὄντος ἐν τῇ χώρᾳ τοῦ δ᾽ ἐπιόντος, ἀναγκαῖον ἡμῖν τὸ σφέτερον εὖ διατίθεσθαι καὶ τοῦ γενησομένου καλῶς τεκμαίρεσθαι, ὡς ἐν τῷδε τῆς ἡμετέρας σωτηρίας βεβαιουμένης, ἢν καλῶς προϊδώμεθα πότερος αὐτῶν ἐπικρατήσει. μὲν δὴ γέρων ἐστίν, δὲ νέος: καὶ Βιθυνοὶ τὸν μὲν ἀποστρέφονται, τὸν δὲ αἱροῦνται. Ῥωμαίων τε οἱ δυνατοὶ τὸν νεανίαν ἀγαπῶσι: καὶ Ἀνδρόνικος αὐτὸν ἤδη δορυφορῶν ὑποδείκνυσι τὴν Ἀττάλου συμμαχίαν, ἀρχήν τε μεγάλην ἔχοντος καὶ Βιθυνοῖς γειτονεύοντος καὶ ἐκ πολλοῦ τῷ Προυσίᾳ πεπολεμωμένου.’ λέγων δὲ ταῦθ᾽ ἅμα καὶ τὴν ὠμότητα τοῦ Προυσίου παρεγύμνου, καὶ ὅσα πονηρὰ πράξειεν ἐς ἅπαντας, καὶ τὸ κοινὸν ἐπὶ τοῖσδε Βιθυνῶν ἐς αὐτὸν ἔχθος. ὡς δὲ κἀκείνους εἶδε τὴν Προυσίου μοχθηρίαν ἀποστρεφομένους, ἦγεν αὐτοὺς ἐς τὸν Νικομήδην αὐτίκα, καὶ προσειπὼν καὶ ὅδε βασιλέα δεύτερος ἐπὶ Ἀνδρονίκῳ μετὰ τῶν δισχιλίων ἐδορυφόρει.

[6] Ἄτταλός τε τὸν νεανίαν προθύμως ὑπεδέχετο, καὶ τὸν Προυσίαν ἐκέλευσε τῷ παιδὶ πόλεις τέ τινας ἐς ἐνοίκησιν καὶ χώραν ἐς ἐφόδια δοῦναι. δ᾽ αὐτίκα δώσειν ἔφη τὴν Ἀττάλου βασιλείαν ἅπασαν, ἣν δὴ καὶ πρότερον Νικομήδει περιποιῶν ἐς Ἀσίαν ἐσβαλεῖν. ταῦτα δ᾽ εἰπὼν ἔπεμπεν ἐς Ῥώμην τοὺς Νικομήδους καὶ Ἀττάλου κατηγορήσοντάς τε καὶ προκαλεσομένους ἐς κρίσιν. οἱ δ᾽ ἀμφὶ τὸν Ἄτταλον εὐθὺς ἐχώρουν ἐς τὴν Βιθυνίαν, καὶ προσιοῦσιν αὐτοῖς οἱ Βιθυνοὶ κατ᾽ ὀλίγους προσετίθεντο. Προυσίας δ᾽ ἅπασιν ἀπιστῶν, καὶ Ῥωμαίους ἐλπίζων αὑτὸν ἐξαιρήσεσθαι τῆς ἐπιβουλῆς, Διήγυλιν τὸν Θρᾷκα, κηδεστὴν ὄντα οἱ, πεντακοσίους Θρᾷκας αἰτήσας καὶ λαβὼν τοῖσδε μόνοις τὸ σῶμα ἐπέτρεψεν, ἐς τὴν ἀκρόπολιν τὴν ἐν Νικαίᾳ καταφυγών: δὲ Ῥωμαίων στρατηγὸς ἐν ἄστει οὔτε αὐτίκα ἐπῆγεν ἐπὶ τὴν βουλὴν τοὺς τοῦ Προυσίου πρέσβεις, χαριζόμενος Ἀττάλῳ: ἐπαγαγών τέ ποτε, ψηφισαμένης τῆς βουλῆς τὸν στρατηγὸν αὐτὸν ἑλέσθαι τε καὶ πέμψαι πρέσβεις οἳ διαλύσουσι τὸν πόλεμον, εἵλετο τρεῖς ἄνδρας, ὧν μὲν τὴν κεφαλήν ποτε λίθῳ πληγεὶς ἀσχήμονας ἐπέκειτο ὠτειλάς, δὲ τοὺς πόδας διέφθαρτο ὑπὸ ῥεύματος, δ᾽ ἠλιθιώτατος ἐνομίζετο εἶναι, ὥστε Κάτωνα τὴν πρεσβείαν ἐπισκώπτοντα εἰπεῖν τὴν πρεσβείαν ταύτην μήτε νοῦν ἔχειν μήτε πόδας μήτε κεφαλήν.

[7] οἱ μὲν δὴ πρέσβεις ἐς Βιθυνίαν ἀφίκοντο, καὶ προσέτασσον αὐτοῖς τὸν πόλεμον ἐκλῦσαι, Νικομήδους δὲ καὶ Ἀττάλου συγχωρεῖν ὑποκρινομένων οἱ Βιθυνοὶ διδαχθέντες ἔλεγον οὐκ εἶναι δυνατοὶ φέρειν ἔτι τὴν ὠμότητα τὴν Προυσίου, φανεροὶ μάλιστα αὐτῷ γενόμενοι δυσχεραίνοντες. οἱ μὲν δὴ πρέσβεις, ὡς οὔπω Ῥωμαίων τάδε πυθομένων, ἐπανῄεσαν ἄπρακτοι: Προυσίας δ᾽ ἐπεὶ καὶ τὰ Ῥωμαίων ἀπέγνω, οἷς μάλιστα πιστεύων οὐδενὸς ἐς ἄμυναν ἐπεφροντίκει, μετῆλθεν ἐς Νικομήδειαν ὡς κρατυνούμενος τὴν πόλιν καὶ τοῖς ἐπιοῦσι πολεμήσων. οἱ δὲ προδιδόντες αὐτὸν τὰς πύλας ἀνέῳξαν, καὶ μὲν Νικομήδης ἐσῄει μετὰ τοῦ στρατοῦ, τὸν δὲ Προυσίαν ἐς ἱερὸν Διὸς καταφυγόντα συνεκέντησάν τινες ἐπιπεμφθέντες ἐκ τοῦ Νικομήδους. οὕτω Νικομήδης ἀντὶ Προυσίου Βιθυνῶν ἐβασίλευε, καὶ αὐτὸν χρόνῳ τελευτήσαντα Νικομήδης υἱός, φιλοπάτωρ ἐπίκλησις ἦν, διεδέξατο, Ῥωμαίων αὐτῷ τὴν ἀρχὴν ὡς πατρῴαν ψηφισαμένων.

τὰ μὲν δὴ Βιθυνῶν ὧδε εἶχε: καὶ εἴ τῳ σπουδὴ πάντα προμαθεῖν, υἱωνὸς τοῦδε ἕτερος Νικομήδης Ῥωμαίοις τὴν ἀρχὴν ἐν διαθήκαις ἀπέλιπεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: