previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[285]

Προϊὼν δὲ ἐπὶ τῆς Μεσοποταμίας χρόνῳ παρῆν εἰς τὴν Χαρράν, καὶ ποιμένας ἐν τοῖς προαστείοις καταλαβὼν καὶ παῖδας ἐφήβους καὶ παρθένους ὑπέρ τινος ἱδρυμένους φρέατος συνδιέτριβεν αὐτοῖς χρῄζων ποτοῦ εἴς τε λόγους αὐτοῖς ἀφικνούμενος ἀνέκρινεν αὐτούς, εἰ τυγχάνουσι Λάβανόν τινα παρ᾽ αὐτοῖς εἰδότες ἔτι περιόντα. [286] οἱ δὲ πάντες ἐπίστασθαί τε ἔφασαν, οὐ γὰρ εἶναι τοιοῦτον ὥστε ἀγνοεῖσθαι, καὶ συμποιμαίνειν αὐτοῖς θυγατέρα αὐτοῦ, ἣν θαυμάζειν ὅτι μήπω παρείη: παρὰ γὰρ ταύτης μεμαθήκεις ἂν ἀκριβέστερον ὅσα περὶ αὐτῶν ἀκοῦσαι ποθεῖς.

ταῦτα δ᾽ αὐτῶν ἔτι λεγόντων παρῆν παῖς σὺν τοῖς ἐπικατιοῦσι τῶν ποιμένων. [287] καὶ δεικνύουσι τὸν Ἰάκωβον αὐτῇ λέγοντες, ὡς ξένος οὗτος ἥκοι τὰ περὶ τοῦ πατρὸς αὐτῆς ἀναπυνθανόμενος. δὲ ἡσθεῖσα ὑπὸ νηπιότητος τῇ παρουσίᾳ τοῦ Ἰακώβου ἀνέκρινεν αὐτόν, τίς τε ὢν καὶ πόθεν ἥκοι πρὸς αὐτοὺς καὶ ὑπὸ τίνος χρείας ἠγμένος, ηὔχετο δὲ δυνατὸν εἶναι αὐτοῖς παρέχειν ὧν ἀφικνεῖται δεόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: