previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[303]

Ἦσαν δ᾽ ἑκατέραις θεραπαινίδες τοῦ πατρὸς δόντος Ζελφὰ μὲν Λείας Ῥαχήλας δὲ Βάλλα, δοῦλαι μὲν οὐδαμῶς ὑποτεταγμέναι δέ. καὶ τῆς Λείας ἥπτετο δεινῶς πρὸς τὴν ἀδελφὴν ἔρως τοῦ ἀνδρὸς προσεδόκα τε παίδων γενομένων ἔσεσθαι τιμία ἱκέτευέ τε τὸν θεὸν διηνεκῶς. [304] καὶ γενομένου παιδὸς ἄρρενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἐπεστραμμένου τοῦ ἀνδρὸς Ῥούβηλον ὀνομάζει τὸν υἱόν, διότι κατ᾽ ἔλεον αὐτῇ τοῦ θεοῦ γένοιτο: τοῦτο γὰρ σημαίνει τὸ ὄνομα. τεκνοῦνται δὲ αὐτοῖς καὶ τρεῖς ἕτεροι μετὰ χρόνον: Σεμεών, ἀποσημαίνει δὲ τὸ ὄνομα τὸ ἐπήκοον αὐτῇ τὸν θεὸν γεγονέναι, εἶτα Λευίς, κοινωνίας οἷον βεβαιωτής, μεθ᾽ ὃν Ἰούδας, εὐχαριστίαν τοῦτο δηλοῖ. [305] Ῥαχήλα δὲ φοβουμένη, μὴ διὰ τὴν εὐτεκνίαν τῆς ἀδελφῆς ἥττονος παρὰ τἀνδρὸς μοίρας τυγχάνῃ, παρακατακλίνει τῷ Ἰακώβῳ τὴν αὑτῆς θεραπαινίδα Βάλλαν. ἐγένετο δὲ παιδίον ἐξ αὐτῆς Δάν, θεόκριτον ἄν τινες εἴποιεν κατὰ τὴν Ἑλλήνων γλῶτταν: καὶ μετ᾽ αὐτὸν Νεφθάλεις, μηχανητὸς οἷον, διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. [306] τὸ δ᾽ αὐτὸ καὶ Λεία ποιεῖ πρὸς τὸ τῆς ἀδελφῆς ἔργον ἀντιτεχνασαμένη: παρακατακλίνει γὰρ τὴν αὑτῆς θεράπαιναν γίνεταί τε καὶ ἐκ τῆς Ζελφῆς υἱὸς Γάδας, τυχαῖον ἄν τις καλέσειεν αὐτόν, καὶ μετ᾽ αὐτὸν Ἄσηρος, μακαριστὴς λέγοιτ᾽ ἂν ἐξ ὧν πρὸς εὔκλειαν προσελάμβανε. [307] Ῥουβήλου δὲ τοῦ πρεσβυτάτου τῶν υἱῶν Λείας μανδραγόρου μῆλα κομίζοντος τῇ μητρί, Ῥαχήλα θεασαμένη παρακαλεῖ μεταδοῦναι δι᾽ ἐπιθυμίας τοῦ βρώματος γενομένη. τῆς δ᾽ οὐ πειθομένης, ἀρκεῖσθαι δ᾽ αὐτὴν ἀξιούσης, ὅτι τῆς τιμῆς αὐτὴν ἀφέλοιτο τῆς παρὰ τοῦ ἀνδρός, Ῥαχήλα πεπαίνουσα τὸν θυμὸν τῆς ἀδελφῆς παραχωρήσειν αὐτῇ τἀνδρὸς ἔλεγε κοιμησομένου παρ᾽ αὐτῇ κατ᾽ ἐκείνην τὴν ἑσπέραν. [308] τῆς δὲ προσιεμένης τὴν χάριν Ἰάκωβος συγκαθεύδει τῇ Λείᾳ Ῥαχήλᾳ χαριζόμενος. πάλιν οὖν γίνονται παῖδες αὐτῇ, Ἰσσαχάρης μὲν σημαίνων τὸν ἐκ μισθοῦ γενόμενον, Ζαβουλὼν δὲ ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, θυγάτηρ δὲ Δεῖνα. χρόνοις δ᾽ ὕστερον καὶ Ῥαχήλᾳ γίνεται Ἰώσηπος υἱός: προσθήκην γενησομένου τινὸς δηλοῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: