previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[420]

Δημήτριος δ᾽ ἀπαγγελθείσης αὐτῷ τῆς Νικάνορος τελευτῆς καὶ τῆς ἀπωλείας τοῦ σὺν αὐτῷ. στρατεύματος πάλιν τὸν Βακχίδην μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν. [421] ὃς ἐκ τῆς Ἀντιοχείας ἐξορμήσας καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἐν Ἀρβήλοις πόλει τῆς Γαλιλαίας στρατοπεδεύεται, καὶ τοὺς ἐν τοῖς ἐκεῖ σπηλαίοις ὄντας, πολλοὶ γὰρ εἰς αὐτὰ συμπεφεύγεσαν, ἐκπολιορκήσας καὶ λαβὼν ἄρας ἐκεῖθεν ἐπὶ τὰ Ἱεροσόλυμα σπουδὴν ἐποιεῖτο. [422] μαθὼν δὲ τὸν Ἰούδαν ἔν τινι κώμῃ Ζηθῶ τοὔνομα κατεστρατοπεδευμένον ἐπ᾽ αὐτὸν ἠπείγετο μετὰ πεζῶν μὲν δισμυρίων, ἱππέων δὲ δισχιλίων: τῷ Ἰούδᾳ δ᾽ ἦσαν οἱ πάντες χίλιοι. οὗτοι τὸ Βακχίδου πλῆθος θεωρήσαντες ἔδεισαν καὶ τὴν παρεμβολὴν καταλιπόντες ἔφυγον πάντες πλὴν ὀκτακοσίων. [423] Ἰούδας δὲ καταλειφθεὶς ὑπὸ τῶν οἰκείων στρατιωτῶν καὶ τῶν πολεμίων ἐπικειμένων καὶ μηδένα καιρὸν αὐτῷ πρὸς συλλογὴν τῆς δυνάμεως ἐπιτρεπόντων οἷός τ᾽ ἦν μετὰ τῶν ὀκτακοσίων συμβαλεῖν τοῖς τοῦ Βακχίδου, καὶ προτρεπόμενός τε τούτους εὐψύχως ὑφίστασθαι τὸν κίνδυνον παρεκάλει χωρεῖν ἐπὶ τὴν μάχην. [424] τῶν δὲ λεγόντων, ὡς οὐκ εἰσὶ πρὸς τοσοῦτο μέγεθος στρατιᾶς ἀξιόμαχοι, συμβουλευόντων δὲ νῦν μὲν ἀναχωρεῖν καὶ σώζειν αὐτούς, αὖθις δὲ συναγαγόντας τοὺς ἰδίους τοῖς ἐχθροῖς συμβαλεῖν, ‘μὴ τοῦτ᾽, εἶπεν, ἥλιος ἐπίδοι γενόμενον, ἵν᾽ ἐγὼ τὰ νῶτά μου δείξω τοῖς πολεμίοις. [425] ἀλλ᾽ εἰ καὶ τελευτὴν παρών μοι καιρὸς φέρει καὶ δεῖ πάντως ἀπολέσθαι μαχόμενον, στήσομαι γενναίως πᾶν ὑπομένων τὸ μέλλον * τοῖς ἤδη κατωρθωμένοις καὶ τῇ περὶ αὐτῶν δόξῃ προσβαλῶ τὴν ἐκ τῆς νῦν φυγῆς ὕβριν.’ καὶ μὲν ταῦτα πρὸς τοὺς ὑπολειφθέντας παρακαλῶν τοῦ κινδύνου καταφρονήσαντας ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ἔλεγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ARBE´LA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: