previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[328]

Ἐπεφύκει δ᾽ βασιλεὺς οὗτος εὐεργετικὸς εἶναι ἐν δωρεαῖς καὶ μεγαλοφρονῆσαι ἔθνη φιλότιμος καὶ πολλοῖς ἀθρόως δαπανήμασιν ἀνιστὰς αὑτὸν εἰς ἐπιφάνειαν ἡδόμενος τῷ χαρίζεσθαι καὶ τῷ βιοῦν ἐν εὐφημίᾳ χαίρων, κατ᾽ οὐδὲν Ἡρώδῃ τῷ πρὸ ἑαυτοῦ βασιλεῖ τὸν τρόπον συμφερόμενος: [329] ἐκείνῳ γὰρ πονηρὸν ἦν ἦθος ἐπὶ τιμωρίαν ἀπότομον καὶ κατὰ τῶν ἀπηχθημένων ἀταμίευτον, Ἕλλησι πλέον Ἰουδαίοις οἰκείως ἔχειν ὁμολογούμενος: ἀλλοφύλων γέ τοι πόλεις ἐσέμνυνεν δόσει χρημάτων βαλανείων θεάτρων τε ἄλλοτε κατασκευαῖς, ἔστιν αἷς ναοὺς ἀνέστησε, στοὰς ἄλλαις, ἀλλὰ Ἰουδαίων οὐδεμίαν πόλιν οὐδ᾽ ὀλίγης ἐπισκευῆς ἠξίωσεν οὐδὲ δόσεως ἀξίας μνημονευθῆναι. [330] πραῢς δ᾽ τρόπος Ἀγρίππᾳ καὶ πρὸς πάντας τὸ εὐεργετικὸν ὅμοιον. τοῖς ἀλλοεθνέσιν ἦν φιλάνθρωπος κἀκείνοις ἐνδεικνύμενος τὸ φιλόδωρον τοῖς ὁμοφύλοις ἀναλόγως χρηστὸς καὶ συμπαθὴς μᾶλλον. [331] ἡδεῖα γοῦν αὐτῷ δίαιτα καὶ συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. διὰ πάσης γοῦν αὑτὸν ἦγεν ἁγνείας οὐδ᾽ ἡμέρα τις παρώδευεν αὐτῷ τὰ νόμιμα χηρεύουσα θυσίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: