previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[182]

Πορκίου δὲ Φήστου διαδόχου Φήλικι πεμφθέντος ὑπὸ Νέρωνος οἱ πρωτεύοντες τῶν τὴν Καισάρειαν κατοικούντων Ἰουδαίων εἰς τὴν Ῥώμην ἀναβαίνουσιν Φήλικος κατηγοροῦντες, καὶ πάντως ἂν ἐδεδώκει τιμωρίαν τῶν εἰς Ἰουδαίους ἀδικημάτων, εἰ μὴ πολλὰ αὐτὸν Νέρων τἀδελφῷ Πάλλαντι παρακαλέσαντι συνεχώρησεν μάλιστα δὴ τότε διὰ τιμῆς ἄγων ἐκεῖνον. [183] καὶ τῶν ἐν Καισαρείᾳ δὲ οἱ πρῶτοι Σύρων Βήρυλλον, παιδαγωγὸς δ᾽ ἦν οὗτος τοῦ Νέρωνος τάξιν τὴν ἐπὶ τῶν Ἑλληνικῶν ἐπιστολῶν πεπιστευμένος, πείθουσι πολλοῖς χρήμασιν αἰτήσασθαι παρὰ τοῦ Νέρωνος αὐτοῖς ἐπιστολὴν ἀκυροῦσαν τὴν Ἰουδαίων πρὸς αὐτοὺς ἰσοπολιτείαν. [184] καὶ Βήρυλλος τὸν αὐτοκράτορα παρακαλέσας ἐπέτυχε γραφῆναι τὴν ἐπιστολήν. αὕτη τῷ ἔθνει ἡμῶν τῶν μετὰ ταῦτα κακῶν τὰς αἰτίας παρέσχεν: πυθόμενοι γὰρ οἱ κατὰ τὴν Καισάρειαν Ἰουδαῖοι τὰ γραφέντα τῆς πρὸς τοὺς Σύρους στάσεως μᾶλλον εἴχοντο μέχρι δὴ τὸν πόλεμον ἐξῆψαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: