previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[134]

Γίνεται δὲ καὶ κιβωτὸς τῷ θεῷ ξύλων ἰσχυρῶν τὴν φύσιν καὶ σῆψιν παθεῖν οὐ δυναμένων: δ᾽ ἐρὼν μὲν καλεῖται κατὰ τὴν ἡμετέραν γλῶτταν, δὲ κατασκευὴ τοιαύτη τις ἦν: [135] μῆκος μὲν ἦν αὐτῇ πέντε σπιθαμῶν, τὸ δ᾽ εὖρος καὶ τὸ βάθος τριῶν σπιθαμῶν εἰς ἑκάτερον: χρυσῷ δὲ τά τ᾽ ἐντὸς καὶ τὰ ἔξωθεν περιελήλατο πᾶσα, ὡς ἀποκεκρύφθαι τὴν ξύλωσιν, στρόφιγξί τε χρυσοῖς τὸ ἐπίθεμα προσηνωμένον εἶχε θαυμαστῶς, πανταχόθεν ἴσον ἦν κατ᾽ οὐδέτερον μέρος ἐξοχαῖς τὴν εὐαρμοστίαν λυμαινόμενον. [136] καὶ καθ᾽ ἑκάτερον δὲ τοῖχον τῶν ἐπιμηκεστέρων κρίκοι προσῆσαν χρυσοῖ δύο τοῦ παντὸς διήκοντες ξύλου, καὶ δι᾽ αὐτῶν ἔνετοι σκυταλίδες ἐπίχρυσοι καθ᾽ ἑκάτερον τοῖχον, ὡς ἂν ὑπ᾽ αὐτῶν ὁπότε δεήσειεν ἄγοιτο κινουμένη: οὐ γὰρ ἐπὶ ζεύγους ἐκομίζετο, ἀλλ᾽ ὑπὸ τῶν ἱερέων ἐφέρετο. [137] τῷ δὲ ἐπιθέματι αὐτῆς ἦσαν πρόστυποι δύο, Χερουβεῖς μὲν αὐτοὺς Ἑβραῖοι καλοῦσι, ζῷα δέ ἐστι πετεινὰ μορφὴν δ᾽ οὐδενὶ τῶν ὑπ᾽ ἀνθρώπων ἑωραμένων παραπλήσια, Μωυσῆς δέ φησι τῷ θρόνῳ τοῦ θεοῦ προστυπεῖς ἑωρακέναι. [138] ταύτῃ τὰς δύο πλάκας, ἐν αἷς τοὺς δέκα λόγους συγγεγράφθαι συμβεβήκει ἀνὰ πέντε μὲν εἰς ἑκατέραν ἀνὰ δύο δὲ καὶ ἥμισυ κατὰ μέτωπον, ἐγκατέθετο. καὶ ταύτην ἐν τῷ ἀδύτῳ κατατίθησιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: