previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[172]

Πῖλον δὲ ἦν καὶ πρότερον αὐτῷ παραπλησίως εἰργασμένος τοῖς πᾶσιν ἱερεῦσιν, ὑπ᾽ αὐτὸν δὲ συνερραμμένος ἕτερος ἐξ ὑακίνθου πεποικιλμένος περιέρχεται στέφανος χρύσεος ἐπὶ τριστιχίαν κεχαλκευμένος. θάλλει δ᾽ ἐπ᾽ αὐτῷ κάλυξ χρύσεος τῇ σακχάρῳ βοτάνῃ παρ᾽ ἡμῖν λεγομένῃ ἀπομεμιμημένος, ὑὸς δὲ κύαμον Ἑλλήνων οἱ περὶ τομὰς ῥιζῶν ἐμπείρως ἔχοντες προσαγορεύουσιν. [173] εἰ δέ τις θεασάμενος τὴν βοτάνην ἀμαθίᾳ τούτου ἀγνοεῖ τὴν φύσιν αὐτῆς τὴν κλῆσιν ἐπιστάμενος οὐκ ἰδὼν δ᾽ ἀναγνωρίσειε, τοῖς οὕτω δὴ ἔχουσι σημανῶ τὸν τρόπον: [174] βοτάνη μέν ἐστιν ὑπὲρ τρεῖς σπιθαμὰς πολλάκις αὐξανομένη τὸ ὕψος, τὴν δὲ ῥίζαν ἐμφερὴς βουνιάδι, ταύτῃ γὰρ οὐκ ἂν ἁμάρτοι τις εἰκάζων αὐτήν, τὰ δὲ φύλλα τοῖς εὐζώμων: ἐκ μέντοι τῶν κλάδων ἀνίησι κάλυκα προσεχῆ τῷ κλωνί, περίεισι δ᾽ αὐτὴν ἔλυτρον, ὅπερ ἀποκρίνεται κατ᾽ αὐτὸ πρὸς τὸν καρπὸν μεταβαλεῖν ἠργμένης: δὲ κάλυξ μεγέθους ἐστὶ σκυταλίδος τοῦ μικροῦ δακτύλου, κρατῆρι δ᾽ ἐμφερὴς τὴν περιγραφήν. σημανῶ δὲ καὶ τοῦτο τοῖς οὐ μεμαθηκόσι: [175] σφαιρίδος εἰς δύο τετμημένης περὶ τῷ πυθμένι τὴν ἑτέραν τομὴν ἔχει φυόμενος ἀπὸ ῥίζης περιφερής: εἶτα συνιὼν κατ᾽ ὀλίγον ὑποκοιλαινούσης εὐπρεπῶς τῆς ὑποχωρήσεως ἀνευρύνεται πάλιν ἠρέμα κατὰ χεῖλος, ὁμοίως ὀμφαλῷ ῥοιᾶς τετμημένος. [176] ἐπίθεμα δ᾽ αὐτῷ ἡμισφαίριον προσπέφυκεν ἀκριβῶς ἂν εἴποι τις τετορνευμένον, ὑπερανεστώσας ἔχον τὰς ἐντομάς, ἃς εἶπον τῇ ῥοᾷ παραπλησίως βλαστάνειν, ἀκανθώδεις καὶ εἰς ὀξὺ παντελῶς ἀποληγούσας τὸ ἄκρον. [177] φυλάττει δ᾽ ἐπὶ τῷ ἐπιθέματι τὸν καρπὸν διὰ παντὸς τοῦ κάλυκος ὄντα βοτάνης σπέρματι τῆς σιδηρίτιδος ὅμοιον, ἀφίησι δ᾽ ἄνθος τῷ τῆς μήκωνος πλαταγωνίῳ δυνάμενον δοκεῖν ἐμφερὲς εἶναι. [178] ἐκ τούτου μὲν στέφανος ἐκκεχάλκευται ὅσον ἀπὸ τοῦ ἰνίου πρὸς ἑκάτερον τῶν κροτάφων. τὸ δὲ μέτωπον μὲν ἐφιελὶς οὐκ ἔπεισι, λεγέσθω γὰρ οὕτως κάλυξ, τελαμὼν δ᾽ ἐστὶ χρύσεος, ὃς ἱεροῖς γράμμασι τοῦ θεοῦ τὴν προσηγορίαν ἐπιτετμημένος ἐστί. καὶ τοιοῦτος μὲν τοῦ ἀρχιερέως κόσμος ἐστί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: