previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[23]

Οὐ λανθάνουσι δὲ τοὺς Παλαιστίνους ἐκεῖ συναχθέντες, ἀλλὰ μαθόντες οὗτοι τὴν ἄθροισιν αὐτῶν μεγάλῃ στρατιᾷ καὶ δυνάμει κατ᾽ ἐλπίδα τοῦ μὴ προσδοκῶσι μηδὲ παρεσκευασμένοις ἐπιπεσεῖσθαι τοῖς Ἑβραίοις ἐπέρχονται. [24] καταπλήττει δ᾽ αὐτοὺς τοῦτο καὶ εἰς ταραχὴν ἄγει καὶ δέος, καὶ δραμόντες πρὸς Σαμουῆλον, ἀναπεπτωκέναι τὰς ψυχὰς αὐτῶν ὑπὸ φόβου καὶ τῆς προτέρας ἥττης ἔφασκον καὶ διὰ τοῦτ᾽ ἠρεμεῖν, ἵναμὴ κινήσωμεν τὴν τῶν πολεμίων δύναμιν, σοῦ δ᾽ ἀναγαγόντος ἡμᾶς ἐπ᾽ εὐχὰς καὶ θυσίας καὶ ὅρκους γυμνοῖς καὶ ἀνόπλοις ἐπεστράτευσαν οἱ πολέμιοι: ἐλπὶς οὖν ἡμῖν οὐκ ἄλλη σωτηρίας, μόνη παρὰ σοῦ καὶ τοῦ θεοῦ ἱκετευθέντος ὑπὸ σοῦ παρασχεῖν ἡμῖν διαφυγεῖν Παλαιστίνους.’ [25] δὲ θαρρεῖν τε προτρέπεται καὶ βοηθήσειν αὐτοῖς τὸν θεὸν ἐπαγγέλλεται καὶ λαβὼν ἄρνα γαλαθηνόν, ὑπὲρ τῶν ὄχλων θύει καὶ παρακαλεῖ τὸν θεὸν ὑπερσχεῖν αὐτῶν τὴν δεξιὰν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ καὶ μὴ περιϊδεῖν αὐτοὺς δεύτερον δυστυχήσαντας. ἐπήκοος δὲ γίνεται τῶν εὐχῶν θεὸς, καὶ προσδεξάμενος εὐμενεῖ καὶ συμμάχῳ τῇ διανοίᾳ τὴν θυσίαν ἐπινεύει νίκην αὐτοῖς καὶ κράτος. [26] ἔτι δ᾽ ἐπὶ τοῦ βωμοῦ τὴν θυσίαν ἔχοντος τοῦ θεοῦ καὶ μήπω πᾶσαν διὰ τῆς ἱερᾶς φλογὸς ἀπειληφότος προῆλθεν ἐκ τοῦ στρατοπέδου τῶν πολεμίων δύναμις καὶ παρατάσσεται εἰς μάχην, ἐπ᾽ ἐλπίδι μὲν νίκης, ὡς ἀπειλημμένων ἐν ἀπορίᾳ τῶν Ἰουδαίων μήτε ὅπλα ἐχόντων μήτε ὡς ἐπὶ μάχῃ ἐκεῖσε ἀπηντηκότων, περιπίπτουσι δὲ οἷς οὐδ᾽ εἰ προύλεγέ τις ῥᾳδίως ἐπείσθησαν. [27] πρῶτον μὲν γὰρ αὐτοὺς θεὸς κλονεῖ σεισμῷ καὶ τὴν γῆν αὐτοῖς ὑπότρομον καὶ σφαλερὰν κινήσας τίθησιν, ὡς σαλευομένης τε τὰς βάσεις ὑποφέρεσθαι καὶ διϊσταμένης εἰς ἔνια τῶν χασμάτων καταφέρεσθαι, ἔπειτα βρονταῖς καταψοφήσας καὶ διαπύροις ἀστραπαῖς ὡς καταφλέξων αὐτῶν τὰς ὄψεις περιλάμψας καὶ τῶν χειρῶν ἐκκροτήσας τὰ ὅπλα, γυμνοὺς εἰς φυγὴν ἀπέστρεψεν. [28] ἐπεξέρχεται δὲ Σαμουῆλος μετὰ τῆς πληθύος καὶ πολλοὺς κατασφάξας κατακολουθεῖ μέχρι Κορραίων τόπου τινὸς οὕτω λεγομένου, καὶ καταπήξας ἐκεῖ λίθον ὥσπερ ὅρον τῆς νίκης καὶ τῆς φυγῆς τῶν πολεμίων, ἰσχυρὸν αὐτὸν προσαγορεύει σύμβολον τῆς παρὰ τοῦ θεοῦ γενομένης αὐτοῖς κατὰ τῶν ἐχθρῶν ἰσχύος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: