previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[46]

Ἀκούσας δὲ τὴν τελευτὴν αὐτοῦ Σαούλου παῖς Ἰέβωσθος οὐ πρᾴως ἤνεγκεν ἀνδρὸς ἐστερημένος συγγενοῦς καὶ τὴν βασιλείαν αὐτῷ παρασχόντος, ἀλλ᾽ ὑπερεπάθησε καὶ λίαν αὐτὸν ὠδύνησεν Ἀβεννήρου θάνατος. ἐπεβίω δ᾽ οὐδ᾽ αὐτὸς πολὺν χρόνον, ἀλλ᾽ ὑπὸ τῶν Ἐρέμμωνος υἱῶν Βανά, ἑτέρῳ δὲ Θαηνὸς ὄνομα ἦν, ἐπιβουλευθεὶς ἀπέθανεν. [47] οὗτοι γὰρ ὄντες τὸ μὲν γένος Βενιαμῖται τοῦ δὲ πρώτου τάγματος, λογισάμενοι δ᾽ ὡς ἂν ἀποκτείνωσι τὸν Ἰέβωσθον μεγάλων παρὰ Δαυίδου τεύξονται δωρεῶν καὶ στρατηγίας τινος ἄλλης πίστεως τὸ ἔργον αὐτοῖς ἔσται παρ᾽ αὐτῷ αἴτιον, [48] μόνον εὑρόντες μεσημβρίζοντα καὶ κοιμώμενον τὸν Ἰέβωσθον καὶ μήτε τοὺς φύλακας παρόντας μήτε τὴν θυρωρὸν ἐγρηγορυῖαν, ἀλλὰ καὶ αὐτὴν ὑπό τε τοῦ κόπου καὶ τῆς ἐργασίας ἣν μετεχειρίζετο καὶ τοῦ καύματος εἰς ὕπνον καταπεσοῦσαν, παρελθόντες εἰς τὸ δωμάτιον, ἐν συνέβαινε κατακεκοιμῆσθαι τὸν Σαούλου παῖδα, κτείνουσιν αὐτόν. [49] καὶ τὴν κεφαλὴν ἀποτεμόντες καὶ δι᾽ ὅλης νυκτὸς καὶ ἡμέρας ποιησάμενοι τὴν πορείαν, ὡς ἂν φεύγοντες ἐκ τῶν ἠδικημένων πρὸς τὸν ληψόμενόν τε τὴν χάριν καὶ παρέξοντα τὴν ἀσφάλειαν, εἰς Γιβρῶνα παρεγένοντο: καὶ τὴν κεφαλὴν ἐπιδείξαντες τῷ Δαυίδῃ τὴν Ἰεβώσθου συνίστων αὑτοὺς ὡς εὔνους καὶ τὸν ἐχθρὸν αὐτοῦ καὶ τῆς βασιλείας ἀνταγωνιστὴν ἀνῃρηκότας. [50] δ᾽ οὐχ ὡς ἤλπιζον οὕτως αὐτῶν προσεδέξατο τὸ ἔργον, ἀλλ᾽ εἰπών, ‘ κάκιστοι καὶ παραχρῆμα δίκην ὑφέξοντες, οὐκ ἔγνωτε πῶς ἐγὼ τὸν Σαούλου φονέα καὶ τὸν κομίσαντά μοι τὸν χρυσοῦν αὐτοῦ στέφανον ἠμυνάμην, καὶ ταῦτα ἐκείνῳ χαριζόμενον τὴν ἀναίρεσιν, ἵνα μὴ συλλάβωσιν αὐτὸν οἱ πολέμιοι; [51] μεταβεβλῆσθαί με καὶ μηκέτ᾽ εἶναι τὸν αὐτὸν ὑπωπτεύσατε, ὡς χαίρειν κακούργοις ἀνδράσι καὶ χάριτας ἡγήσασθαι τὰς κυριοκτόνους ὑμῶν πράξεις, ἀνῃρηκότων ἐπὶ τῆς αὑτοῦ κοίτης ἄνδρα δίκαιον καὶ μηδένα μηδὲν κακὸν εἰργασμένον, ὑμᾶς δὲ καὶ διὰ πολλῆς εὐνοίας καὶ τιμῆς ἐσχηκότα; [52] διὸ δώσετε ποινὴν μὲν αὐτῷ κολασθέντες, δίκην δ᾽ ἐμοὶ τοῦ νομίσαντας ἡδέως ἕξειν με τὴν Ἰεβώσθου τελευτὴν τοῦτον ἀνελεῖν: οὐ γὰρ ἐδύνασθε μᾶλλον ἀδικῆσαι τὴν ἐμὴν δόξαν τοῦθ᾽ ὑπολαβόντες.’ ταῦτ᾽ εἰπὼν πᾶσαν αἰκίαν αὐτοὺς αἰκισάμενος διεχρήσατο καὶ τὴν Ἰεβώσθου κεφαλὴν ἐν τῷ Ἀβεννήρου τάφῳ πάντων ἀξιώσας ἐκήδευσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: