next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ορος ἐστὶ Πυρήνη διῆκον ἀπὸ τῆς Τυρρηνικῆς θαλάσσης ἐπὶ τὸν βόρειον ὠκεανόν, οἰκοῦσι δ᾽ αὐτοῦ πρὸς μὲν ἕω Κελτοί, ὅσοι Γαλάται τε καὶ Γάλλοι νῦν προσαγορεύονται, πρὸς δὲ δύσεων Ἴβηρές τε καὶ Κελτίβηρες, ἀρχόμενοι μὲν ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους, περιιόντες δ᾽ ἐν κύκλῳ διὰ τῶν Ἡρακλείων στηλῶν ἐπὶ τὸν βόρειον ὠκεανόν. οὕτως ἐστὶν Ἰβηρία περίκλυστος, ὅτι μὴ τῇ Πυρήνῃ μόνῃ, μεγίστῳ τῶν Εὐρωπαίων ὀρῶν καὶ ἰθυτάτῳ σχεδὸν ἁπάντων: τοῦ δὲ περίπλου τοῦδε τὸ μὲν Τυρρηνικὸν πέλαγος διαπλέουσιν ἐπὶ τὰς στήλας τὰς Ἡρακλείους, τὸν δ᾽ ἑσπέριον καὶ τὸν βόρειον ὠκεανὸν οὐ περῶσιν, ὅτι μὴ πορθμεύεσθαι μόνον ἐπὶ Βρεττανούς, καὶ τοῦτς ταῖς ἀμπώτεσι τοῦ πελάγους συμφερόμενοι: ἔστι δ᾽ αὐτοῖς διάπλους ἥμισυ ἡμέρας, καὶ τὰ λοιπὰ οὔτε Ῥωμαῖοι οὔτε τὰ ἔθνη τὰ ὑπὸ Ῥωμαίοις πειρῶνται τοῦδε τοῦ ὠκεανοῦ. μέγεθος δὲ τῆς Ἰβηρίας, τῆς Ἱσπανίας νῦν ὑπὸ τινῶν ἀντὶ Ἰβηρίας λεγομένης, ἐστὶ πολὺ καὶ ἄπιστον ὡς ἐν χώρᾳ μιᾷ, ὅπου τὸ πλάτος μυρίους σταδίους ἀριθμοῦσι, καὶ ἔστιν αὐτῇ τὸ πλάτος ἀντὶ μήκους. ἔθνη τε πολλὰ καὶ πολυώνυμα αὐτὴν οἰκεῖ, καὶ ποταμοὶ πολλοὶ ῥέουσι ναυσίποροι.

[2] οἵ τινες δ᾽ αὐτὴν οἰκῆσαι πρῶτοι νομίζονται, καὶ οἳ μετ᾽ ἐκείνους κατέσχον, οὐ πάνυ μοι ταῦτα φροντίζειν ἀρέσκει, μόνα τὰ Ῥωμαίων συγγράφοντι, πλὴν ὅτι Κελτοί μοι δοκοῦσί ποτε, τὴν Πυρήνην ὑπερβάντες, αὐτοῖς συνοικῆσαι, ὅθεν ἄρα καὶ τὸ Κελτιβήρων ὄνομα ἐρρύη. δοκοῦσι δέ μοι καὶ Φοίνικες, ἐς Ἰβηρίαν ἐκ πολλοῦ θαμινὰ ἐπ᾽ ἐμπορίᾳ διαπλέοντες, οἰκῆσαί τινα τῆς Ἰβηρίας, Ἕλληνές τε ὁμοίως, ἐς Ταρτησσὸν καὶ Ἀργανθώνιον Ταρτησσοῦ βασιλέα πλέοντες, ἐμμεῖναι καὶ τῶνδέ τινες ἐν Ἰβηρίᾳ: γὰρ Ἀργανθωνίου βασιλεία ἐν Ἴβηρσιν ἦν. καὶ Ταρτησσός μοι δοκεῖ τότε εἶναι πόλις ἐπὶ θαλάσσης, νῦν Καρπησσὸς ὀνομάζεται. τό τε τοῦ Ἡρακλέους ἱερὸν τὸ ἐν στήλαις Φοίνικές μοι δοκοῦσιν ἱδρύσασθαι: καὶ θρησκεύεται νῦν ἔτι φοινικικῶς, τε θεὸς αὐτοῖς οὐχ Θηβαῖός ἐστιν ἀλλ᾽ Τυρίων. ταῦτα μὲν δὴ τοῖς παλαιολογοῦσι μεθείσθω.

[3] τὴν δὲ γῆν τήνδε εὐδαίμονα οὖσαν καὶ μεγάλων ἀγαθῶν γέμουσαν Καρχηδόνιοι πρὸ Ῥωμαίων ἤρξαντο πολυπραγμονεῖν, καὶ μέρος αὐτῆς τὸ μὲν εἶχον ἤδη, τὸ δ᾽ ἐπόρθουν, μέχρι Ῥωμαῖοι σφᾶς ἐκβαλόντες, μὲν εἶχον οἱ Καρχηδόνιοι τῆς Ἰβηρίας, ἔσχον αὐτίκα, τὰ δὲ λοιπὰ σὺν χρόνῳ πολλῷ καὶ πόνῳ λαμβανόμενά τε ὑπὸ σφῶν καὶ πολλάκις ἀφιστάμενα χειρωσάμενοι διεῖλον ἐς τρία, καὶ στρατηγοὺς ἐς αὐτὰ πέμπουσι τρεῖς. ὅπως δ᾽ εἷλον ἕκαστα, καὶ ὅπως Καρχηδονίοις τε περὶ αὐτῶν καὶ μετὰ Καρχηδονίους Ἴβηρσι καὶ Κελτίβηρσιν ἐπολέμησαν, δηλώσει τόδε τὸ βιβλίον, μοῖραν μὲν ἐς Καρχηδονίους τὴν πρώτην ἔχον: ὅτι δὲ καὶ τοῦτο περὶ Ἰβηρίας ἦν, ἀνάγκη μοι συνενεγκεῖν ἐς τὴν Ἰβηρικὴν συγγραφὴν ἐγένετο, λόγῳ καὶ τὰ περὶ Σικελίας Ῥωμαίοις καὶ Καρχηδονίοις ἐς ἀλλήλους γενόμενα, ἀρξάμενα Ῥωμαίοις τῆς ἐς Σικελίαν παρόδου τε καὶ ἀρχῆς ἐς τὴν Σικελικὴν συνενήνεκται γραφήν.

[4] πρὸς γὰρ δὴ Καρχηδονίους Ῥωμαίοις πρῶτος ἐγένετο πόλεμος ἔκδημος περὶ Σικελίας ἐν αὐτῇ Σικελίᾳ, καὶ δεύτερος ὅδε περὶ Ἰβηρίας ἐν Ἰβηρίᾳ, ἐν καὶ ἐς τὴν ἀλλήλων μεγάλοις στρατοῖς διαπλέοντες οἱ μὲν τὴν Ἰταλίαν, οἱ δὲ τὴν Λιβύην ἐπόρθουν. ἤρξαντο δὲ αὐτοῦ μεθ᾽ ἑκατὸν καὶ τεσσαράκοντα ὀλυμπιάδας μάλιστα, ὅτε τὰς σπονδὰς ἔλυσαν αἳ ἐπὶ τῷ Σικελικῷ πολέμῳ σφίσιν ἦσαν γενόμεναι. ἔλυσαν δ᾽ ἐκ τοιᾶσδε προφάσεως.

Ἀμίλχαρ Βάρκας ἐπίκλησιν, ὅτε περ ἐν Σικελίᾳ Καρχηδονίων ἐστρατήγει, Κελτοῖς τότε μισθοφοροῦσίν οἱ καὶ Λιβύων τοῖς συμμαχοῦσι πολλὰς δωρεὰς ὑπέσχητο δώσειν, ἅς, ἐπειδὴ ἐπανῆλθεν ἐς Λιβύην, ἀπαιτούντων ἐκείνων Λιβυκὸς Καρχηδονίοις ἐξῆπτο πόλεμος, ἐν πολλὰ μὲν πρὸς αὐτῶν Λιβύων ἔπαθον οἱ Καρχηδόνιοι, Σαρδόνα δὲ Ῥωμαίοις ἔδοσαν ποινὴν ὧν ἐς τοὺς ἐμπόρους αὐτῶν ἡμαρτήκεσαν ἐν τῷδε τῷ Λιβυκῷ πολέμῳ. ὑπαγόντων οὖν ἐπὶ τοῖσδε τὸν Βάρκαν τῶν ἐχθρῶν ἐς κρίσιν ὡς αἴτιον τῇ πατρίδι τοσῶνδε συμφορῶν γενόμενον, θεραπεύσας Βάρκας τοὺς πολιτευομένους, ὧν ἦν δημοκοπικώτατος Ἀσδρούβας τὴν αὐτοῦ Βάρκα θυγατέρα ἔχων, τάς τε δίκας διεκρούετο, καὶ Νομάδων τινὸς κινήματος γενομένου στρατηγὸς ἔπραξεν ἐπ᾽ αὐτοὺς αἱρεθῆναι μετ᾽ Ἄννωνος τοῦ μεγάλου λεγομένου, ἔτι τὰς εὐθύνας τῆς προτέρας στρατηγίας ὀφείλων.

[5] παυομένου δὲ τοῦ πολέμου, καὶ Ἄννωνος ἐπὶ διαβολαῖς ἐς Καρχηδόνα μεταπέμπτου γενομένου, μόνος ὢν ἐπὶ στρατῷ, καὶ τὸν κηδεστὴν Ἀσδρούβαν ἔχων οἱ συνόντα, διῆλθεν ἐπὶ Γάδειρα, καὶ τὸν πορθμὸν ἐς Ἰβηρίαν περάσας ἐλεηλάτει τὰ Ἰβήρων οὐδὲν ἀδικούντων, ἀφορμὴν αὑτῷ ποιούμενος ἀποδημίας τε καὶ ἔργων καὶ δημοκοπίας ῾ὅσα γὰρ λάβοι διῄρει, καὶ τὰ μὲν ἐς τὸν στρατὸν ἀνάλισκεν, ἵνα προθυμότερον αὐτῷ συναδικοῖεν, τὰ δ᾽ ἐς αὐτὴν ἔπεμπε Καρχηδόνα, τὰ δὲ τοῖς ὑπὲρ αὐτοῦ πολιτευομένοις διεδίδοὐ, μέχρι Ἰβήρων αὐτὸν οἵ τε βασιλεῖς συστάντες οἱ κατὰ μέρος, καὶ ὅσοι ἄλλοι δυνατοί, κτείνουσιν ὧδε. ξύλων ἁμάξας ἄγοντες, αἷς βοῦς ὑπέζευξαν, εἵποντο ταῖς ἁμάξαις ὡπλισμένοι. τοῖς δὲ Λίβυσιν ἰδοῦσιν εὐθὺς μὲν ἐνέπιπτε γέλως, οὐ συνιεῖσι τοῦ στρατηγήματος: ὡς δ᾽ ἐν χερσὶν ἐγένοντο, οἱ μὲν Ἴβηρες αὐταῖς βουσὶν ἐξῆψαν τὰς ἁμάξας καὶ ἐξώτρυναν ἐς τοὺς πολεμίους, τὸ δὲ πῦρ σκιδναμένων τῶν βοῶν πάντῃ φερόμενον ἐτάρασσε τοὺς Λίβυας. καὶ τῆς τάξεως διαλυθείσης, οἱ Ἴβηρες αὐτοῖς ἐπιδραμόντες αὐτόν τε τὸν Βάρκαν καὶ πολὺ πλῆθος ἀμυνομένων ἐπ᾽ αὐτῷ διέφθειραν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: