previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[151]

Ἐπανισταμένου τε αὐτοῖς ἤδη τοῦ πλήθους, ἐνῆγε γὰρ γεραίτατος τῶν ἀρχιερέων Ἄνανος, ἀνὴρ σωφρονέστατος καὶ τάχα ἂν διασώσας τὴν πόλιν, εἰ τὰς τῶν ἐπιβούλων χεῖρας ἐξέφυγεν, οἱ δὲ τὸν νεὼν τοῦ θεοῦ φρούριον αὑτοῖς καὶ τῶν ἀπὸ τοῦ δήμου ταραχῶν ποιοῦνται καταφυγήν, καὶ τυραννεῖον ἦν αὐτοῖς τὸ ἅγιον. παρεκίρνατο δὲ τοῖς δεινοῖς εἰρωνεία, [152] τὸ τῶν ἐνεργουμένων ἀλγεινότερον: [153] ἀποπειρώμενοι γὰρ τῆς τοῦ δήμου καταπλήξεως καὶ τὴν αὑτῶν δοκιμάζοντες ἰσχὺν κληρωτοὺς ἐπεχείρησαν ποιεῖν τοὺς ἀρχιερεῖς οὔσης, ὡς ἔφαμεν, κατὰ γένος αὐτῶν τῆς διαδοχῆς. [154] ἦν δὲ πρόσχημα μὲν τῆς ἐπιβουλῆς ἔθος ἀρχαῖον, ἐπειδὴ καὶ πάλαι κληρωτὴν ἔφασαν εἶναι τὴν ἀρχιερωσύνην, τὸ δὲ ἀληθὲς τοῦ βεβαιοτέρου [νόμου] κατάλυσις καὶ τέχνη πρὸς δυναστείαν τὰς ἀρχὰς δι᾽ αὑτῶν καθισταμένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: