Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας ἀκούω πεφυκέναι ἀμπέλους, ἐξ ὧν γίνεται οἶνος, ὃς τοῦ λογισμοῦ παράγει καὶ ἔκφρονας τοὺς Ἀρκάδας ποιεῖ, τὰς δὲ γυναῖκας τεκνοποιοὺς τίθησιν. ὅτι ἐν Θάσῳ δύο γένη φασὶν οἴνων γίνεσθαι: καὶ τὸν μὲν ἕτερον πινόμενον ἐς ὕπνον κατάγειν εὖ μάλα βαθὺν καὶ διὰ ταῦτα ἡδύν, τὸν δὲ ἕτερον ἀντίπαλον εἶναι τοῦ βίου καὶ ἀργυπνίαν ἐμποιεῖν καὶ ἀνιᾶσθαι παρέχειν. ἐν δὲ Ἀχαΐᾳ περὶ Κερυνίαν οἶνος γίνεται, ὃς ταῖς βουλομέναις γυναιξὶν ἀμβλῶσαι συμμάχεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.