Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀριστοτέλης ὁ Νικομάχου, σοφὸς ἀνὴρ καὶ ὢν καὶ εἶναι δοκῶν, ἐπεί τις αὐτοῦ ἀφείλετο τὰς ψηφισθείσας αὐτῷ ἐν Δελφοῖς τιμάς, ἐπιστέλλων πρὸς Ἀντίπατρον περὶ τούτων φησὶν ῾ὑπὲρ τῶν ἐν Δελφοῖς ψηφισθέντων μοι καὶ ὧν ἀφῄρημαι νῦν οὕτως ἔχω ὡς μήτε μοι σφόδρα μέλειν ὑπὲρ αὐτῶν μήτε μοι μηδὲν μέλειν.᾿ οὐκ ἂν δὲ εἴη φιλοδοξία ταῦτα, οὐδ᾽ ἂν καταγνοίην ἔγωγε τοιοῦτόν τι Ἀριστοτέλους, ἀλλ᾽ εὖ φρονῶν ᾤετο μὴ ὅμοιον εἶναι ἀρχήν τινα μὴ λαβεῖν καὶ λαβόντα ἀφαιρεθῆναι. τὸ μὲν γὰρ οὐδὲν μέγα, τὸ μὴ τυχεῖν: τὸ δὲ ἀλγεινόν, τὸ τυχόντα εἶτα ἀποστερηθῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.