previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐζεκίου δὲ τοῦ τῶν δύο φυλῶν βασιλέως τέταρτον ἤδη καὶ δέκατον ἔτος τῆς ἡγεμονίας ἔχοντος τῶν Βαβυλωνίων βασιλεὺς Σεναχείριμος ὄνομα στρατεύει μετὰ πολλῆς παρασκευῆς ἐπ᾽ αὐτὸν κατὰ κράτος τε ἁπάσας αἱρεῖ τὰς πόλεις τὰς τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος. [2] μέλλοντος δ᾽ ἄγειν τὴν δύναμιν καὶ ἐπὶ Ἱεροσόλυμα φθάνει πρεσβευσάμενος πρὸς αὐτὸν καὶ ὑπακούσεσθαι καὶ φόρον ὃν ἂν τάξῃ τελέσειν ὑπισχνούμενος. Σεναχείριμος δὲ μαθὼν τὰ παρὰ τῶν πρέσβεων ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὴν ἀξίωσιν προσδέχεται καὶ ἀργυρίου μὲν τάλαντα τριακόσια χρυσίου δὲ τριάκοντα λαβὼν φίλος ἀναχωρήσειν ὡμολόγει πίστεις δοὺς τοῖς πρεσβευταῖς ἐνόρκους, μὴν ἀδικήσας μηδὲν αὐτὸν οὕτως ἀναστρέψειν. [3] δ᾽ Ἐζεκίας πεισθεὶς καὶ κενώσας τοὺς θησαυροὺς πέμπει τὰ χρήματα νομίζων ἀπαλλαγήσεσθαι τοῦ πολέμου καὶ τοῦ περὶ τῆς βασιλείας ἀγῶνος. [4] δὲ Ἀσσύριος λαβὼν ταῦτα τῶν μὲν ὡμολογημένων οὐδὲν ἐφρόντισεν, ἀλλ᾽ αὐτὸς μὲν ἐστράτευσεν ἐπ᾽ Αἰγυπτίους καὶ Αἰθίοπας, τὸν δὲ στρατηγὸν Ῥαψάκην μετὰ πολλῆς ἰσχύος σὺν καὶ δυσὶν ἄλλοις τῶν ἐν τέλει κατέλιπε πορθήσοντας τὰ Ἱεροσόλυμα. τούτων δὲ τὰ ὀνόματα Θαρατὰ καὶ Ἀράχαρις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: