previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[84]

Τῆς δὲ βοῆς τῶν σαλπίγγων ἀκούσαντες οἱ Σαμαρεῖται, ἐτύγχανον γὰρ ἀπεχθανόμενοι τῇ τε Ἰούδα φυλῇ καὶ τῇ Βενιαμίτιδι, συνέδραμον τὴν αἰτίαν τοῦ θορύβου μαθεῖν θέλοντες. γνόντες δὲ τοὺς αἰχμαλωτισθέντας εἰς Βαβυλῶνα τῶν Ἰουδαίων ἀνακτίζοντας τὸ ἱερόν, προσίασιν τῷ Ζοροβαβήλῳ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν ἀξιοῦντες αὐτοῖς ἐπιτραπῆναι συγκατασκευάσαι τὸν ναὸν καὶ κοινωνῆσαι τῆς οἰκοδομίας: [85]σεβόμεθα γὰρ οὐκ ἔλαττον ἐκείνων τὸν θεόν, ἔφασκον, καὶ τοῦτον ὑπερευχόμεθα καὶ τῆς θρησκείας ἐσμὲν ἐπιθυμηταὶ ἐξ ἐκείνου τοῦ χρόνου, ἀφ᾽ οὗ Σαλμανασσάρης τῶν Ἀσσυρίων βασιλεὺς ἐκ τῆς Χουθίας ἡμᾶς μετήγαγεν καὶ Μηδίας ἐνθάδε.’ [86] τούτους αὐτῶν ποιησαμένων τοὺς λόγους Ζοροβάβηλος καὶ Ἰησοῦς ἀρχιερεὺς καὶ οἱ τῶν πατριῶν ἡγεμόνες τῶν Ἰσραηλιτῶν πρὸς αὐτοὺς ἔφασαν τῆς μὲν οἰκοδομίας αὐτοῖς ἀδύνατον εἶναι κοινωνεῖν, αὐτῶν προσταχθέντων κατασκευάσαι τὸν ναὸν πρότερον μὲν ὑπὸ Κύρου νῦν δὲ ὑπὸ Δαρείου: [87] προσκυνεῖν δὲ αὐτοῖς ἐφιέναι καὶ τοῦτο μόνον εἶναι κοινόν, εἰ βούλονται, πρὸς αὐτοὺς καὶ πᾶσιν ἀνθρώποις ἀφικνουμένοις εἰς τὸ ἱερὸν σέβειν τὸν θεόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: