previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[120]

Παραλαβὼν δὲ τὴν βασιλείαν Δημήτριος Νικάτωρ ἐπιλεγόμενος ὑπὸ πονηρίας ἤρξατο διαφθείρειν τὰ τοῦ Πτολεμαίου στρατεύματα, τῆς τε πρὸς αὐτὸν συμμαχίας ἐκλαθόμενος καὶ ὅτι πενθερὸς ἦν αὐτοῦ καὶ διὰ τὸν τῆς Κλεοπάτρας γάμον συγγενής. οἱ μὲν οὖν στρατιῶται φεύγουσιν αὐτοῦ τὴν πεῖραν εἰς Ἀλεξάνδρειαν, τῶν δ᾽ ἐλεφάντων Δημήτριος ἐγκρατὴς γίνεται. [121] Ἰωνάθης δ᾽ ἀρχιερεὺς ἐξ ἁπάσης τῆς Ἰουδαίας στρατιὰν συναγαγὼν προσβαλὼν ἐπολιόρκει τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν ἔχουσαν Μακεδονικὴν φρουρὰν καὶ τῶν ἀσεβῶν τινας καὶ πεφευγότων τὴν πάτριον συνήθειαν. [122] οὗτοι δὲ τὸ μὲν πρῶτον κατεφρόνουν ὧν Ἰωνάθης ἐμηχανᾶτο περὶ τὴν αἵρεσιν πεπιστευκότες τῇ ὀχυρότητι τοῦ χωρίου, νυκτὸς δέ τινες τῶν ἐν αὐτῷ πονηρῶν ἐξελθόντες ἧκον πρὸς Δημήτριον καὶ τὴν πολιορκίαν αὐτῷ τῆς ἄκρας ἐμήνυσαν. [123] δὲ τοῖς ἠγγελμένοις παροξυνθείς, ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὸν Ἰωνάθην. γενόμενος δὲ ἐν Πτολεμαΐδι γράφει κελεύων αὐτὸν σπεῦσαι πρὸς αὐτὸν εἰς Πτολεμαΐδα. [124] δὲ τὴν μὲν πολιορκίαν οὐκ ἔπαυσεν, τοὺς δὲ πρεσβυτέρους τοῦ λαοῦ παραλαβὼν καὶ τοὺς ἱερεῖς καὶ χρυσὸν καὶ ἄργυρον καὶ ἐσθῆτα καὶ πλῆθος ξενίων κομίζων ἧκεν πρὸς τὸν Δημήτριον, καὶ τούτοις δωρησάμενος αὐτὸν θεραπεύει τὴν ὀργὴν τοῦ βασιλέως, καὶ τιμηθεὶς ὑπ᾽ αὐτοῦ λαμβάνει βεβαίαν ἔχειν τὴν ἀρχιερωσύνην, καθὼς καὶ παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἐκέκτητο. [125] κατηγορούντων δὲ αὐτοῦ τῶν φυγάδων Δημήτριος οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ παρακαλέσαντος αὐτόν, ὅπως ὑπὲρ τῆς Ἰουδαίας ἁπάσης καὶ τῶν τριῶν τοπαρχιῶν Σαμαρείας καὶ Ἰόππης καὶ Γαλιλαίας τριακόσια τελῇ τάλαντα, δίδωσιν καὶ περὶ πάντων ἐπιστολάς, αἳ περιεῖχον τοῦτον τὸν τρόπον: [126]βασιλεὺς Δημήτριος Ἰωνάθῃ τῷ ἀδελφῷ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἔγραψα Λασθένει τῷ συγγενεῖ ἡμῶν ἀπεστάλκαμεν ὑμῖν, ἵνα εἰδῆτε. [127] βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. τῷ Ἰουδαίων ἔθνει ὄντι φίλῳ καὶ τὰ δίκαια τὰ πρὸς ἡμᾶς φυλάττοντι τῆς εὐνοίας ἔκρινα χάριν παρασχεῖν. καὶ τοὺς τρεῖς νομοὺς Ἀφαίρεμα καὶ Λύδδα καὶ Ῥαμαθαιν, οἳ τῇ Ἰουδαίᾳ προσετέθησαν ἀπὸ τῆς Σαμαρείτιδος, καὶ τὰ προσκυροῦντα τούτοις, [128] ἔτι τε ὅσα παρὰ τῶν θυόντων ἐν Ἱεροσολύμοις ἐλάμβανον οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν φυτῶν, καὶ τἆλλα τὰ προσήκοντα ἡμῖν, καὶ τὰς λίμνας τῶν ἁλῶν καὶ τοὺς κομιζομένους ἡμῖν στεφάνους ἀφίημι αὐτοῖς, καὶ οὐδὲν παραβιβασθήσεται τούτων ἀπὸ τοῦ νῦν οὐδὲ εἰς τὸν ἅπαντα χρόνον. φρόντισον οὖν, [129] ἵνα τούτων ἀντίγραφον γένηται καὶ δοθῇ Ἰωνάθῃ καὶ ἐν ἐπισήμῳ τόπῳ τοῦ ἁγίου ἱεροῦ τεθῇ.’ τὰ μὲν δὴ γραφέντα ταῦτα ἦν. ὁρῶν δὲ Δημήτριος εἰρήνην οὖσαν καὶ μηδένα κίνδυνον μηδὲ πολέμου φόβον ὑπάρχοντα διέλυσε τὴν στρατιὰν καὶ τὸν μισθὸν αὐτῶν ἐμείωσεν, καὶ μόνοις τοῦτον ἐχορήγει τοῖς ξενολογηθεῖσιν, οἳ συνανέβησαν ἐκ Κρήτης αὐτῷ καὶ ἐκ τῶν ἄλλων νήσων. [130] ἔχθρα τοιγαροῦν αὐτῷ καὶ μῖσος ἐκ τούτου γίνεται παρὰ τῶν στρατιωτῶν, οἷς αὐτὸς μὲν οὐδὲν οὐκέτι παρεῖχεν, οἱ δὲ πρὸ αὐτοῦ βασιλεῖς καὶ ἐπ᾽ εἰρήνης χορηγοῦντες αὐτοῖς ὁμοίως διετέλουν, ἵν᾽ εὐνοοῦντας ἔχωσιν καὶ ἐν τοῖς ὑπὲρ αὐτῶν ἀγῶσιν εἰ δεήσειέν ποτε προθύμους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: