previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[244]

Ἦν δὲ τούτων ἁπάντων αἴτιος Ἀντίπατρος, ὃς ἐπειδὴ τὸ νενοσηκὸς τῆς τοῦ πατρὸς παρρησίας κατέμαθεν, ἔκπαλαι μὲν συνεδρεύων αὐτῷ προσέκειτο καὶ μᾶλλον ἐδόκει τι περαίνειν, τῶν ἀντέχειν δυναμένων ἕκαστος εἰ ὑπεξαιρεθείη. [245] τότε γοῦν τῶν περὶ τὸν Ἀνδρόμαχον ἀπελαθέντων λόγου καὶ παρρησίας πρῶτον μὲν βασιλεὺς ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ἀνέκρινεν, εἴ τι κατ᾽ αὐτοῦ τολμηθὲν εἰδείησαν: οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. [246] τῷ δ᾽ ἦν φιλονεικίας αἴτιον, εἰ μή τι τοιοῦτον οἷον ἐδόκει κακῶς εὑρίσκοιτο, καὶ δεινὸς Ἀντίπατρος τὸν μὲν ὑπ᾽ αὐτῆς τῆς ἀληθείας ἀναίτιον εἰς ἐγκράτειαν καὶ πίστιν διαβαλεῖν, ἐπιπαροξῦναι δὲ ζητεῖν ἐκ πλειόνων τὸ λανθάνον τῆς ἐπιχειρήσεως. [247] καί τις ἐν πολλοῖς τοῖς βασανιζομένοις εἶπεν, ὡς εἰδείη τὸν νεανίσκον λέγοντα πολλάκις, ὅταν ἐπαινούμενος αὐτὸς τύχῃ τό τε σῶμα ὡς εἴη μέγας καὶ τὴν τοξικὴν εὔστοχος καὶ τἆλλα τὰ πρὸς ἀρετὴν ὑπὲρ ἅπαντας, ὅτι ταῦτ᾽ αὐτῷ κακὰ μᾶλλον ἤπερ ἀγαθὰ παρὰ τῆς φύσεώς ἐστιν: ἄχθεσθαι γὰρ ἐπ᾽ αὐτοῖς τὸν πατέρα καὶ φθονεῖν, [248] αὐτός τε ὅταν μὲν ἅμα περιπατῶν συστέλλειν αὑτὸν καὶ καθαιρεῖν ὡς μὴ μείζων ὁρᾶσθαι, τοξεύων δὲ ἐν τοῖς κυνηγεσίοις ἐκείνου παρόντος ἀπὸ σκοποῦ ῥίπτειν: τὴν γὰρ φιλοτιμίαν εἰδέναι τοῦ γεγεννηκότος τούτων εὐδοκιμούντων. [249] βασανιζομένῳ τῷ τε λόγῳ καὶ προσγινομένης ἀνέσεως τῷ σώματι προσετίθει δ᾽ ὅτι καὶ συνεργὸν ἔχων τὸν ἀδελφὸν Ἀριστόβουλον ἐν κυνηγεσίῳ λοχήσας * φεύγειν εἰς Ῥώμην, ἐπειδὰν τοῦτ᾽ αὐτῷ πραχθῇ, τὴν βασιλείαν αἰτησόμενος. [250] εὑρέθη δὲ καὶ γράμματα τοῦ νεανίσκου πρὸς τὸν ἀδελφόν, ἐν οἷς ἐμέμφετο τὸν πατέρα μὴ δίκαια ποιεῖν, Ἀντιπάτρῳ χώραν ἀπονέμοντα πρόσοδον διακοσίων ταλάντων φέρουσαν. [251] ἐπὶ τούτοις εὐθὺς μὲν ἔδοξέν τι πιστὸν ἔχειν Ἡρώδης, ὡς ᾤετο, κατὰ τῆς τῶν παίδων ὑποψίας καὶ συλλαβὼν ἔδησεν τὸν Ἀλέξανδρον. αὖθις δὲ οὐκ ἀνίει χαλεπὸς ὤν, τὰ μὲν οὐδ᾽ οἷς ἤκουσεν ἄγαν πεπιστευκώς: ἀναλογιζομένῳ γὰρ ἄξιον μὲν ἐπιβουλῆς ἐξ αὐτῶν οὐδὲν ἐφαίνετο, μέμψεις δὲ καὶ νεανικαὶ φιλοτιμίαι, καὶ τὸ κτείναντα φανερῶς εἰς τὴν Ῥώμην ὁρμᾶν ἀπίθανον. [252] ἠξίου δὲ καὶ μεῖζόν τι λαβεῖν τῆς περὶ τὸν υἱὸν παρανομίας τεκμήριον καὶ φιλόνεικος ἦν μὴ δόξαι προπετῶς τὰ δεσμὰ κατεγνωκέναι. τῶν τε φίλων τῶν Ἀλεξάνδρου βασανίζων τοὺς ἐν τέλει διέφθειρεν αὐτῶν οὐκ ὀλίγους οὐδὲν εἰπόντας ὧν ἐκεῖνος ᾤετο. [253] πολλῆς δὲ τῆς εἰς τὸ τοιοῦτον ἑτοιμότητος οὔσης καὶ φόβου καὶ ταραχῆς περὶ τὸ βασίλειον, εἷς τις τῶν νεωτέρων ὡς ἐν ταῖς ἀνάγκαις ἐγένετο, διαπέμπειν ἔφη τοῖς ἐν Ῥώμῃ φίλοις τὸν Ἀλέξανδρον ἀξιοῦντα κληθῆναι θᾶττον ὑπὸ Καίσαρος: ἔχειν γὰρ αὐτῷ πρᾶξιν ἐπ᾽ αὐτὸν συνισταμένην μηνῦσαι Μιθριδάτην τὸν βασιλέα Πάρθων τοῦ πατρὸς ᾑρημένου κατὰ Ῥωμαίων φίλον: εἶναι δ᾽ αὐτῷ καὶ φάρμακον ἐν Ἀσκάλωνι παρεσκευασμένον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: