previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[342]

Δεκάτῳ δὲ ἔτει τῆς ἀρχῆς Ἀρχελάου οἱ πρῶτοι τῶν ἀνδρῶν ἔν τε Ἰουδαίοις καὶ Σαμαρεῦσι μὴ φέροντες τὴν ὠμότητα αὐτοῦ καὶ τυραννίδα κατηγοροῦσιν αὐτοῦ ἐπὶ Καίσαρος, καὶ μάλιστα ἐπεὶ ἔγνωσαν αὐτὸν παραβεβηκότα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐπιεικῶς ἀναστραφῇ τὰ πρὸς αὐτούς. [343] τοίνυν Καῖσαρ ὡς ἤκουσεν, ὀργῇ φέρων τὸν ἐπίτροπον τὸν Ἀρχελάου τῶν ἐν Ῥώμῃ πραγμάτων, Ἀρχέλαος δὲ καὶ τούτῳ ὄνομα ἦν, μετακαλέσας γράφειν μὲν Ἀρχελάῳ ταπεινὸν ἡγεῖται, ‘σὺ δὲ παραχρῆμα, φησίν, πλέων μηδὲν εἰς ἀναβολὰς ἐπαναγαγεῖν αὐτὸν πρὸς ἡμᾶς.’ [344] καὶ ὃς ἔκπλουν ἐκ τοῦ ὀξέος ποιησάμενος καὶ ἀφικόμενος εἰς Ἰουδαίαν λαμβάνει τὸν Ἀρχέλαον ἐν εὐωχίαις ὄντα μετὰ τῶν φίλων, τήν τε διάνοιαν ἀποσημαίνει τὴν Καίσαρος καὶ ὥρμησεν αὐτὸν εἰς τὴν ἔξοδον. καὶ Καῖσαρ ἀφικομένου ἐπί τινων κατηγόρων ἀκροᾶται καὶ αὐτοῦ λέγοντος ἐκεῖνον μὲν φυγάδα ἐλαύνει δοὺς οἰκητήριον αὐτῷ Βίενναν πόλιν τῆς Γαλατίας, τὰ δὲ χρήματα ἀπηνέγκατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: