previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τελευτήσαντος δὲ τοῦ βασιλέως Ἀγρίππα, καθὼς ἐν τῇ πρὸ ταύτης ἀπηγγέλκαμεν βίβλῳ, πέμπει Μάρσῳ διάδοχον Κλαύδιος Καῖσαρ Κάσσιον Λογγῖνον, μνήμῃ τῇ τοῦ βασιλέως τοῦτο χαριζόμενος, πολλὰ διὰ γραμμάτων ὑπ᾽ αὐτοῦ περιόντος ἀξιωθεὶς μηκέτι Μάρσον τῶν κατὰ τὴν Συρίαν πραγμάτων προΐστασθαι. [2] Φᾶδος δὲ ὡς εἰς τὴν Ἰουδαίαν ἐπίτροπος ἀφίκετο, καταλαμβάνει στασιάσαντας τοὺς τὴν Περαίαν κατοικοῦντας Ἰουδαίους πρὸς Φιλαδελφηνοὺς περὶ ὅρων κώμης μιᾶς λεγομένης πολεμίων ἀνδρῶν ἀνάπλεω: καὶ δὴ οἱ τῆς Περαίας χωρὶς γνώμης τῆς τῶν πρώτων παρ᾽ αὐτοῖς ἀναλαβόντες τὰ ὅπλα πολλοὺς τῶν Φιλαδελφηνῶν διαφθείρουσιν. [3] ταῦτα πυθόμενον τὸν Φᾶδον σφόδρα παρώξυνεν, ὅτι μὴ τὴν κρίσιν αὐτῷ παραλίποιεν, εἴπερ ὑπὸ τῶν Φιλαδελφηνῶν ἐνόμιζον ἀδικεῖσθαι, ἀλλ᾽ ἐφ᾽ ὅπλα χωρήσειαν. [4] λαβὼν οὖν τρεῖς τοὺς πρώτους αὐτῶν τοὺς καὶ τῆς στάσεως αἰτίους δῆσαι προσέταξεν, εἶτα τὸν μὲν αὐτῶν ἀνεῖλεν, Ἀννίβας δ᾽ ἦν ὄνομα τούτῳ, Ἀμαράμῳ δὲ καὶ Ἐλεαζάρῳ τοῖς δυσὶ φυγὴν ἐπέβαλεν. [5] ἀναιρεῖται δὲ καὶ Θολομαῖος ἀρχιλῃστὴς μετ᾽ οὐ πολὺν χρόνον ἀχθεὶς ἐπ᾽ αὐτὸν διατεθεικὼς μέγιστα κακὰ τὴν Ἰδουμαίαν καὶ τοὺς Ἄραβας, ἐκαθάρθη τε λῃστηρίων ἅπασα τοὐντεῦθεν Ἰουδαία προνοίᾳ καὶ φροντίδι τῇ Φάδου: [6] ὃς δὴ καὶ τότε μεταπεμψάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς πρώτους τῶν Ἱεροσολυμιτῶν παρῄνεσεν αὐτοῖς τὸν ποδήρη χιτῶνα καὶ τὴν ἱερὰν στολήν, ἣν φορεῖν μόνος ἀρχιερεὺς ἔθος ἔχει, εἰς τὴν Ἀντωνίαν, ἥπερ ἐστὶ φρούριον, καταθέσθαι κεισομένην ὑπὸ τῇ Ῥωμαίων ἐξουσίᾳ, καθὰ δὴ καὶ πρότερον ἦν. [7] οἱ δὲ ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δ᾽ ὅμως τόν τε Φᾶδον καὶ τὸν Λογγῖνον, ἀφίκετο γὰρ καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος δύναμιν φόβῳ τοῦ μὴ τὰ προστάγματα Φάδου τὸ πλῆθος τῶν Ἰουδαίων νεωτερίζειν ἀναγκάσῃ, πρῶτον μὲν αὐτοῖς ἐπιτρέψαι πρέσβεις ὡς Καίσαρα πέμψαι τοὺς αἰτησομένους παρ᾽ αὐτοῦ τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, εἶτα δὲ περιμεῖναι μέχρις ἂν γνῶσιν, τί πρὸς ταῦτα Κλαύδιος ἀποκρίναιτο. [8] οἱ δὲ ἐπιτρέψειν αὐτοῖς ἔφασαν ἀποστεῖλαι τοὺς πρέσβεις, εἰ λάβοιεν τοὺς παῖδας ὁμηρεύσοντας. ὑπακουσάντων δ᾽ ἑτοίμως ἐκείνων καὶ δόντων ἐξεπέμφθησαν οἱ πρέσβεις. [9] παραγενομένων δὲ εἰς τὴν Ῥώμην αὐτῶν γνοὺς νεώτερος Ἀγρίππας τοῦ τετελευτηκότος παῖς, καθ᾽ ἣν ἥκουσιν αἰτίαν, ἐτύγχανεν δὲ ὢν παρὰ Κλαυδίῳ Καίσαρι, καθὼς καὶ πρότερον εἴπομεν, παρακαλεῖ τὸν Καίσαρα συγχωρῆσαι τοῖς Ἰουδαίοις ἅπερ ἠξίουν περὶ τῆς ἱερᾶς στολῆς καὶ Φάδῳ περὶ τούτων ἐπιστεῖλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: