previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[265]

Ὅθεν καὶ καταγελάσειεν ἄν τις τῶν λεγόντων Μωυσῆν λέπρᾳ κεκακωμένον αὐτόν τε ἀπ᾽ Αἰγύπτου φυγεῖν καὶ τῶν ἐκπεσόντων διὰ ταύτην τὴν αἰτίαν ἡγησάμενον εἰς τὴν Χαναναίαν ἀγαγεῖν αὐτούς. [266] εἰ γὰρ τοῦτ᾽ ἦν ἀληθές, οὐκ ἂν ἐπὶ τῇ αὑτοῦ Μωυσῆς ἀτιμίᾳ τοιαῦτ᾽ ἐνομοθέτησεν, οἷς εὔλογον ἦν αὐτὸν καὶ ἑτέρων εἰσηγουμένων ἀντειρηκέναι, καὶ ταῦτα παρὰ πολλοῖς ὄντων λεπρῶν ἔθνεσι καὶ τιμῆς ἀπολαυόντων, οὐ μόνον ὕβρεως καὶ φυγῆς ἀπηλλαγμένων, ἀλλὰ καὶ τὰς ἐπισημοτάτας στρατείας στρατευομένων καὶ τὰς πολιτικὰς ἀρχὰς πιστευομένων καὶ εἰς ἱερὰ καὶ ναοὺς ἐχόντων ἐξουσίαν εἰσιέναι: [267] ὥστ᾽ οὐδὲν ἐκώλυε καὶ Μωυσῆν, εἰ τοιούτῳ τινὶ συμπτώματι περὶ τὴν χρόαν τὸ σὺν αὐτῷ πλῆθος ἠλάττωτο, νομοθετῆσαι περὶ αὐτῶν τὰ κάλλιστα καὶ μηδεμίαν τοιαύτην ὁρίσαι ζημίαν. [268] ἀλλὰ δῆλον μέν, ὡς ταῦτα περὶ ἡμῶν λέγουσιν ὑπὸ βασκανίας προαγόμενοι, Μωυσῆς δὲ τούτων καθαρὸς ὢν ἐν καθαροῖς τοῖς ὁμοφύλοις περὶ τῶν νενοσηκότων ἐνομοθέτει κατὰ τιμὴν τοῦ θεοῦ τοῦτο ποιῶν. ἀλλὰ περὶ μὲν τούτων ἕκαστος ὡς αὐτῷ δοκεῖ σκοπείτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: