This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[214]
Ταῦτ᾽ ἀκούσας Κλαύδιος κατέσχεν τὰς ὁρμὰς τοῦ στρατιωτικοῦ
προσδέχεταί τε τὴν σύγκλητον εἰς τὸ στρατόπεδον καὶ φιλοφρονησάμενος
ἐξῄει σὺν αὐτοῖς αὐτίκα θύσων τῷ θεῷ τὰ περὶ
τῆς ἡγεμονίας χαριστήρια.
[215]
καὶ τὸν Ἀγρίππαν εὐθέως ἐδωρεῖτο τῇ
πατρῴᾳ βασιλείᾳ πάσῃ προστιθεὶς ἔξωθεν καὶ τὰς ὑπ᾽ Αὐγούστου
δοθείσας Ἡρώδῃ Τραχωνῖτιν καὶ Αὐρανῖτιν, χωρὶς δὲ τούτων ἑτέραν
βασιλείαν τὴν Λυσανίου καλουμένην.
[216]
καὶ τῷ μὲν δήμῳ διατάγματι
τὴν δωρεὰν ἐδήλου, τοῖς ἄρχουσιν δὲ προσέταξεν ἐγχαράξαντας
δέλτοις χαλκαῖς τὴν δόσιν εἰς τὸ Καπετώλιον ἀναθεῖναι:
[217]
δωρεῖται
δ᾽ αὐτοῦ καὶ τὸν ἀδελφὸν Ἡρώδην, ὁ δ᾽ αὐτὸς καὶ γαμβρὸς ἦν
Βερνίκῃ συνοικῶν, βασιλείᾳ τῇ Χαλκίδι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.